9.31
δύναμιν τοίνυν ἐξαισίαν τινὰ καὶ χρήματα ἐπιεικῶς μεγάλα περιβαλέσθαι ἡ Θεοδώρα εὐθὺς ἴσχυσε. πάντων γὰρ ἥδιστον τῷ ἀνθρώπῳ ἐφαίνετο, ὃ δὴ ξυμβαίνειν τοῖς ἐκτόπως ἐρῶσι φιλεῖ, χάριτάς τε πάσας καὶ χρήματα πάντα τῇ ἐρωμένῃ χαρίζεσθαι.
9.32
ἐγίνετό τε ἡ πολιτεία τοῦ ἔρωτος τοῦδε ὑπέκκαυμα. ξὺν αὐτῇ τοίνυν πολλῷ ἔτι μᾶλλον τὸν δῆμον διέφθειρεν οὐκ ἐνταῦθα μόνον, ἀλλ’ ἀνὰ πᾶσαν τὴν Ῥωμαίων ἀρχήν.
9.33
ἄμφω γὰρ μοίρας τῆς Βενέτων ἐκ παλαιοῦ ὄντες ἐν πολλῇ ἐξουσίᾳ τούτοις δὴ τοῖς στασιώταις τὰ ἐς τὴν πολιτείαν πράγματα ἔθεντο.
9.34
χρόνῳ δὲ πολλῷ ὕστερον τὸ πλεῖστον τοῦ κακοῦ ἐλελωφήκει τρόπῳ τοιῷδε.
9.35
Ἰουστινιανῷ ἐν ἡμέραις πολλαῖς νοσῆσαι ξυνέβη, ἐν δὲ τῇ νόσῳ ταύτῃ ἐς τόσον κινδύνου ἀφίκετο ὥστε καὶ ἐλέχθη ὅτι δὴ ἀποθάνοι· οἱ μέντοι στασιῶται ταῦτα ἅπερ ἐρρήθη ἡμάρτανον, καί τινα Ὑπάτιον οὐκ ἀφανῆ ἄνδρα δι’ ἡμέρας ἐν τῷ τῆς Σοφίας ἱερῷ διεχρήσαντο.
9.36
ἐξειργασμένου δὲ τοῦ κακοῦ ἡ τοῦ ἔργου ταραχὴ ἐς βασιλέα ἦλθε, τῶν τε ἀμφ’ αὐτὸν ἕκαστος, ἐπεὶ τῆς Ἰουστινιανοῦ ἀπουσίας ἐλάβετο, τὴν τῶν πεπραγμένων ἀτοπίαν ἐπὶ μέγα αἴρειν ἐν σπουδῇ ἐποιεῖτο, καταλέγων ἐξ ἀρχῆς ἅπαντα, ὅσα δὴ γενέσθαι τετύχηκε.
9.37
τότε δὴ ὁ βασιλεὺς τῷ τῆς πόλεως ἐπάρχῳ ἐπέστελλε τῶν πεπραγμένων ἁπάντων ποιεῖσθαι τὰς τίσεις. ἦν δὲ οὗτος ὁ ἀνὴρ Θεόδοτος ὄνομα, ὅνπερ Κολοκύνθιον ἐπίκλησιν ἐκάλουν.
9.38
καὶ ὃς διερευνώμενος ἅπαντα πολλοὺς μὲν τῶν κακούργων ἑλεῖν τε καὶ διαχρήσασθαι νόμῳ ἴσχυσε, πολλοὶ δὲ καὶ διαλαθόντες