9.24
οὕτω δὲ ἀκολάστως ἐς τὸ σῶμα τὸ αὑτῆς ὕβριζεν, ὥστε τὴν αἰδῶ οὐκ ἐν τῇ τῆς φύσεως χώρᾳ κατὰ ταὐτὰ ταῖς ἄλλαις γυναιξὶν, ἀλλ̓ ἐν τῷ προσώπῳ ἔχειν ἐδόκει.
9.25
οἱ μὲν οὖν αὐτῇ πλησιάζοντες ἔνδηλοι εὐθὺς ἀπ’ αὐτοῦ ἦσαν, ὅτι δὴ οὐ κατὰ νόμον τῆς φύσεως τὰς μίξεις ποιοῦνται· ὅσοι δὲ αὐτῇ ἐν ἀγορᾷ τῶν ἐπιεικεστέρων ἐντύχοιεν, ἀποκλινόμενοι σπουδῇ ὑπεχώρουν, μή του τῶν ἱματίων τῆς ἀνθρώπου ἁψάμενοι μεταλαχεῖν τοῦ μιάσματος τούτου δόξειαν.
9.26
ἦν γὰρ τοῖς ὁρῶσιν ἄλλως τε καὶ ἀρχομένης ἡμέρας βλάσφημος οἰωνός. ἐς μέντοι τὰς συνθεατρίας ἀγριώτατα εἰώθει ἐς ἀεὶ σκορπιαίνεσθαι· βασκανίᾳ γὰρ πολλῇ εἴχετο.
9.27
Ἑκηβόλῳ δὲ ὕστερον Τυρίῳ ἀνδρὶ τὴν ἀρχὴν παραλαβόντι Πενταπόλεως ἐς τὰ αἴσχιστα ὑπηρετήσουσα εἵπετο, ἀλλά τι τῷ ἀνθρώπῳ προσκεκρουκυῖα ἐνθένδε ὅτι τάχιστα ἀπηλαύνετο· διὸ δὴ αὐτῇ ἀπορεῖσθαι τῶν ἀναγκαίων ξυνέπεσεν, ἅπερ τὸ λοιπὸν ἐπορίζετο τὴν ἐς τὸ σῶμα παρανομίαν, ᾗπερ εἴθιστο, ἐργαζομένη.
9.28
ἐς μὲν οὖν Ἀλεξάνδρειαν τὰ πρῶτα ἧκεν. ἔπειτα δὲ πᾶσαν τὴν ἕω περιελθοῦσα ἐς Βυζάντιον ἐπανῆκεν, ἐργασίᾳ χρωμένη ἐν πόλει ἑκάστῃ, ἥν γε ὀνομάζοντι, οἶμαι, ἀνθρώπῳ οὐκ ἄν ποτε ἵλεως ὁ θεὸς εἴη, ὥσπερ οὐκ ἀνεχομένου τοῦ δαίμονος χῶρόν τινα τῆς Θεοδώρας ἀκολασίας ἀγνῶτα εἶναι.
9.29
Οὕτω μὲν οὖν τετέχθαι τε τῇδε τῇ γυναικὶ καὶ τετράφθαι ξυνέβη καὶ ἐς δημοσίους πολλὰς διαβοήτῳ γεγενῆσθαι καὶ ἐς πάντας ἀνθρώπους.
9.30
ἐπεὶ δὲ ἀφίκετο ἐς Βυζάντιον αὖθις, ἠράσθη αὐτῆς Ἰουστινιανὸς ἔρωτα ἐξαίσιον οἷον, καὶ τὰ πρῶτα ἐπλησίαζεν ὡς ἐρωμένῃ, καίπερ αὐτὴν ἀναγαγὼν ἐς τὸ τῶν πατρικίων ἀξίωμα.