9.13
εἶτα τοῖς μίμοις τὰ ἐς τὸ θέατρον πάντα ὡμίλει καὶ τῶν ἐνταῦθα ἐπιτηδευμάτων μετεῖχεν αὐτοῖς, γελωτοποιοῖς τισι βωμολοχίαις ὑπηρετοῦσα. ἦν γὰρ ἀστεία διαφερόντως καὶ σκώπτρια, ἀπόβλεπτός τε ἐκ τοῦ ἔργου εὐθὺς ἐγεγόνει.
9.14
οὐ γάρ τινος αἰδοῦς τῇ ἀνθρώπῳ μετῆν ἢ διατραπεῖσάν τις αὐτὴν πώποτε εἶδεν, ἀλλ̓ ἐς ἀναισχύντους ὑπουργίας οὐδεμιᾷ ὀκνήσει ἐχώρει, καὶ τοιαύτη τις ἦν οἵα ῥαπιζομένη μὲν καὶ κατὰ κόρρης πατασσομένη χαριεντίζειν τε καὶ μέγιστα ἀνακαγχάζειν, ἀποδυσαμένη τε τά τε πρόσω καὶ τὰ ὀπίσω τοῖς ἐντυγχάνουσι γυμνὰ ἐπιδεῖξαι, ἃ τοῖς ἀνδράσι θέμις ἄδηλά τε καὶ ἀφανῆ εἶναι.
9.15
Ἐς δὲ τοὺς ἐραστὰς ἐχλεύαζέ τε βλακεύουσα καὶ νεωτέραις ἀεὶ τῶν μίξεων ἐνδιαθρυπτομένη ἐπιτεχνήσεσι παραστήσασθαι τὰς τῶν ἀκολάστων ψυχὰς ἐς ἀεὶ ἴσχυεν, ἐπεὶ οὐδὲ πειρᾶσθαι πρός του τῶν ἐντυγχανόντων ἠξίου, ἀλλ’ ἀνάπαλιν αὐτὴ γελοιάζουσά τε καὶ βωμολόχως ἰσχιάζουσα τοὺς παραπεπτωκότας ἅπαντας, ἄλλως τε καὶ ἀγενείους ὄντας ἐπείρα.
9.16
ἥσσων γάρ τις οὕτως ἡδονῆς ἁπάσης οὐδαμῆ γέγονεν, ἐπεὶ καὶ ἐς ξυναγώγιμον δεῖπνον πολλάκις ἐλθοῦσα ξὺν νεανίαις δέκα, ἢ τούτων πλείοσιν, ἰσχύϊ τε σώματος ἀκμάζουσι λίαν καὶ τὸ λαγνεύειν πεποιημένοις ἔργον, ξυνεκοιτάζετο μὲν τοῖς συνδείπνοις ἅπασι τὴν νύκτα ὅλην, ἐπειδὰν δὲ πρὸς τὸ ἔργον τοῦτο πάντες ἀπείποιεν, ἥδε παρὰ τοὺς ἐκείνων οἰκέτας ἰοῦσα τριάκοντα ὄντας, ἂν οὕτω τύχοι, ξυνεδυάζετο μὲν αὐτῶν ἑκάστῳ, κόρον δὲ οὐδ̓ ὣς ταύτης δὴ τῆς μισητίας ἐλάμβανε.