8.20
οἱ μὲν οὖν τεχνῖται τὴν εἰκόνα εὐθὺς ἐποίουν. λαβοῦσα δὲ ἡ γυνὴ ἔστησεν ἐπὶ τῆς ἐς τὸ Καπιτώλιον φερούσης ἀνόδου ἐν δεξιᾷ ἐκ τῆς ἀγορᾶς ἐνταῦθα ἰόντι, εἶδός τε τὸ Δομετιανοῦ καὶ τὸ πάθος δηλοῦσαν ἐς τόδε τοῦ χρόνου.
8.21
εἰκάσειεν ἄν τις τό τε ἄλλο Ἰουστινιανοῦ σῶμα καὶ τὴν ὄψιν αὐτὴν καὶ τὰ τοῦ προσώπου ἅπαντα ἤθη ἐν ταύτῃ τῇ εἰκόνι διαφανῶς εἶναι.
8.22
Τὸ μὲν οὖν εἶδος τοιοῦτός τις ἦν· τὸν δὲ τρόπον ἐς μὲν τὸ ἀκριβὲς οὐκ ἂν φράσαιμι. ἦν γὰρ οὗτος ἀνὴρ κακοῦργός τε καὶ εὐπαράγωγος, ὃν δὴ μωροκακοήθη καλοῦσιν, οὔτε αὐτὸς ἀληθιζόμενος τοῖς ἐντυγχάνουσιν, ἀλλὰ νῷ δολερῷ ἅπαντα ἐς ἀεὶ καὶ λέγων καὶ πράττων, καὶ τοῖς ἐξαπατᾶν ἐθέλουσιν ἀποκείμενος οὐδενὶ πόνῳ.
8.23
καί τις ἀήθης κρᾶσις ἐν αὐτῷ ἐπεφύκει ἔκ τε ἀνοίας καὶ κακοτροπίας ξυγκεκραμένη. καὶ τάχα τοῦτο ἦν ὅπερ ἐν τοῖς ἄνω χρόνοις τῶν τις ἐκ τοῦ περιπάτου φιλοσόφων ἀπεφθέγξατο, ὡς καὶ τὰ ἐναντιώτατα ἐν ἀνθρώπου φύσει ξυμβαίνει εἶναι, ὥσπερ ἐν τῶν χρωμάτων τῇ μίξει.
8.24
γράφω μέντοι ὧν μοι ἐφικέσθαι οὐ δυνατὸν γέγονεν. ἦν τοίνυν ὁ βασιλεὺς οὗτος εἴρων, δολερὸς, κατάπλαστος, σκότιος ὀργὴν, διπλοῦς, ἄνθρωπος δεινὸς, ὑποκρίνασθαι γνώμην τελεώτατος, καὶ δάκρυα οὐχ ὑφ’ ἡδονῆς τινος ἢ πάθους ἐκφέρων, ἀλλὰ τεχνάζων ἐπὶ καιροῦ κατὰ τὸ τῆς χρείας παρὸν, ψευδόμενος ἐς ἀεὶ, οὐκ εἰκῆ μέντοι, ἀλλὰ καὶ γράμματα καὶ ὅρκους δεινοτάτους ἐπὶ τοῖς ξυγκειμένοις πεποιημένος, καὶ ταῦτα πρὸς τοὺς κατηκόους τοὺς αὑτοῦ.