7.33
Καὶ πολλοὶ μὲν δανεισταὶ τὰ γραμματεῖα τοῖς ὠφληκόσι ξὺν βίᾳ πολλῇ οὐδὲν τοῦ ὀφλήματος κεκομισμένοι ἀπέδοντο, πολλοὶ δὲ οὔτι ἑκούσιοι ἐλευθέρους τοὺς οἰκέτας ἀφῆκαν.
7.34
φασὶ δὲ καὶ γυναῖκάς τινας πολλὰ ὧν οὐκ ἐβούλοντο τοῖς αὐτῶν δούλοις ἀναγκασθῆναι.
7.35
ἤδη δὲ καὶ παῖδες οὐκ ἀφανῶν ἀνδρῶν τούτοις δὴ τοῖς νεανίαις ἀναμιχθέντες τοὺς πατέρας ἠνάγκαζον ἄλλα τε πολλὰ οὔτι ἐθελουσίους ποιεῖν καὶ τὰ χρήματα σφίσι προΐεσθαι.
7.36
πολλοὶ δὲ καὶ ἀκούσιοι παῖδες τοῖς στασιώταις ἐς κοίτην ἀνοσίαν οὐκ ἀγνοούντων ἠναγκάσθησαν τῶν πατέρων ἐλθεῖν.
7.37
καὶ γυναιξὶ μέντοι ἀνδράσι ξυνοικούσαις ταὐτὸν τοῦτο ξυνέβη παθεῖν. καὶ λέγεται γυνὴ μία κόσμον περιβεβλημένη πολὺν πλεῖν μὲν ξὺν τῷ ἀνδρὶ ἐπί τι προάστειον τῶν ἐν τῇ ἀντιπέρας ἠπείρῳ, ἐντυχόντων δὲ σφίσιν ἐν τῷ διάπλῳ τούτῳ τῶν στασιωτῶν, καὶ τοῦ μὲν ἀνδρὸς αὐτὴν ξὺν ἀπειλῇ ἀφαιρουμένων, ἐς δὲ ἄκατον τὴν οἰκείαν ἐμβιβασάντων, ἐσελθεῖν μὲν ἐς τὴν ἄκατον ξὺν τοῖς νεανίαις, ἐγκελευσαμένη τῷ ἀνδρὶ λάθρα ἀλλὰ θαρσεῖν τε καὶ μηδὲν ἐπ’ αὐτῇ δεδιέναι φαῦλον·
7.38
οὐ γάρ τι ξυμβήσεσθαι ἐς τὸ σῶμα αὐτῇ ὑβρισθῆναι· ἔτι δὲ τοῦ ἀνδρὸς ξὺν πένθει μεγάλᾳ ἐς αὐτὴν βλέποντος ἐς τε τὴν θάλασσαν καθεῖναι τὸ σῶμα καὶ αὐτίκα μάλα ἐξ ἀνθρώπων ἀφανισθῆναι.
7.39
Τοιαῦτα μὲν ἦν τὰ τούτοις δὴ τότε τοῖς στασιώταις ἐν Βυζαντίῳ τετολμημένα. ἧσσον δὲ ταῦτα τοὺς παραπεπτωκότας ἠνία ἢ τὰ πρὸς Ἰουστινιανοῦ ἐς τὴν πολιτείαν ἁμαρτηθέντα, ἐπεὶ τοῖς παρὰ τῶν κακούργων πεπονθόσι τὰ χαλεπώτατα μέρος ἀφαιρεῖται τὸ πλεῖστον τῆς δι’ ἀταξίας ἐμβάσης ἀνίας τὸ προσδοκᾶν ἀεὶ τὴν πρὸς τῶν νόμων τε καὶ τῆς ἀρχῆς τίσιν.