5.22
τοῦ μέντοι ἔργου ἐξειργασμένου ἔρωτι ἀλλήλοιν διαπύρῳ τινὶ ὅ τε Ἀναστάσιος καὶ ἡ παῖς εἴχοντο, καὶ χρόνος σφίσιν οὐχ ἥσσων ἢ ὀκτὼ μηνῶν ἐν ταύτῃ τῇ διαίτῃ ἐτρίβη.
5.23
ἡνίκα δὲ Ἀντωνίνα τῆς βασιλίδος ἀπογενομένης ἐς Βυζάντιον ἦλθεν, ἐπελάθετο μὲν ἐθελουσία ὧν ἐκείνη ἔναγχος εἰς αὐτὴν εἴργαστο, ὡς ἥκιστα δὲ ὑπολογισαμένη ὡς, ἤν τῳ ἑτέρῳ ἡ παῖς αὐτῇ ξυνοικίζοιτο, πεπορνευμένη τὰ πρότερα ἔσται, τὸν Θεοδώρας ἔκγονον κηδεστὴν ἀτιμάζει, τήν τε παῖδα ὡς μάλιστα ἀκουσίαν βιασαμένη ἀνδρὸς τοῦ ἐρωμένου ἀπέστησε.
5.24
μεγάλην τε ἀγνωμοσύνης ἐκ τοῦ ἔργου τούτου ἀπηνέγκατο δόξαν εἰς πάντας ἀνθρώπους, ἥκοντά τε οὐδενὶ πόνῳ ἀναπείθει τὸν ἄνδρα τοῦ ἄγους αὐτῇ μεταλαχεῖν τοῦδε. ὥστε διαρρήδην τηνικάδε ὁ τοῦ ἀνθρώπου τρόπος ἐλήλεγκται.
5.25
καίτοι διομοσάμενος Φωτίῳ τε καὶ τῶν ἐπιτηδείων τισὶ πρότερον καὶ τὰ ὀμωμοσμένα οὐδαμῆ ἐμπεδώσας συγγνώμης ἐτύγχανε πρὸς πάντων ἀνθρώπων.
5.26
αἴτιον γὰρ τοῦ ἀπίστου τἀνδρὸς οὐ τὴν γυναικοκράτειαν, ἀλλὰ δέος τὸ ἐκ τῆς βασιλίδος ὑπώπτευον εἶναι.
5.27
ἐπεὶ δὲ καὶ Θεοδώρας ἀπογενομένης, ὥσπερ μοι εἴρηται, οὔτε Φωτίου οὔτε ἄλλου του τῶν οἱ ἀναγκαίων λόγος γεγένητο, ἀλλ’ αὐτῷ δέσποινα μὲν ἡ γυνὴ ἐφαίνετο οὖσα, κύριος δὲ Καλλίγονος ὁ προαγωγὸς ἦν, τότε δὴ ἀπογνόντες αὐτοῦ ἅπαντες ἐχλεύαζόν τε διαθρυλλοῦντες καὶ ἅτε ἄνοιαν ὀφλισκάνοντι ἐλοιδοροῦντο. τὰ μὲν οὖν ἡμαρτημένα Βελισαρίῳ ἀπαρακαλύπτως εἰπεῖν ταύτῃ πη ἔχει.