28.6
καὶ ἀνδρὸς δέ τινος, ὅσπερ ἐπὶ τῆς ἀγορᾶς τηνικάδε τοῦ χρόνου καθήμενος, ἡνίκα ὁ Μαμμιανὸς περιῆν, δόξαν τε πολλὴν ἐπὶ τῇ ἀληθείᾳ καὶ τῇ ἄλλῃ ἀρετῇ ἔχων, ἅπαντα ἐπετέλει τὰ τῶν πολιτῶν γραμματεῖα, ἕκαστον οἰκείοις ἐπισφραγίζων αὐτὸς γράμμασιν, ὅνπερ ταβελλίωνα καλοῦσι Ῥωμαῖοι, τὰ γράμματα δαιμονίως μιμησάμενος τοῖς διοικουμένοις τὰ πράγματα τῆς Ἐμεσηνῶν ἐκκλησίας παρέδωκεν, ὡμολογηκόσι μοῖραν αὐτῷ τινα κεῖσθαι τῶν ἐνθένδε πορισθησομένων χρημάτων.
28.7
ἐπεὶ δὲ ὁ νόμος ἐμποδὼν ἵστατο, τὰς μὲν ἄλλας δίκας ἁπάσας ἐς τριακοντοῦτιν παραγραφὴν ἄγων, ὀλίγας δὲ ἄττας καὶ τὰς ὑποθηκαρίας καλουμένας τεσσαράκοντα ἐνιαυτῶν μήκει ἐκκρούων,
28.8
μηχανῶνται τοιάδε. ἐς Βυζάντιον ἀφικόμενοι καὶ χρήματα μεγάλα τῷ βασιλεῖ τούτῳ προέμενοι ἐδέοντο σφίσι τὸν τῶν πολιτῶν ὄλεθρον οὐδὲν ὠφληκότων ξυγκατεργάζεσθαι.
28.9
ὁ δὲ τὰ χρήματα κεκομισμένος μελλήσει οὐδεμιᾷ νόμον ἔγραψεν, οὐ χρόνοις τὰς ἐκκλησίας τοῖς καθήκουσιν, ἀλλ’ ἐνιαυτῶν ἑκατὸν πλήθει δικῶν τῶν αὐταῖς προσηκουσῶν ἀποκεκλεῖσθαι, καὶ ταῦτα οὐκ ἐν Ἐμέσῃ μόνον κύρια εἶναι, ἀλλὰ καὶ ἀνὰ πᾶσαν τὴν Ῥωμαίων ἀρχήν.
28.10
Ἐμεσηνοῖς τε τὸ πρᾶγμα τοῦτο διαιτᾶν ἔταξε Λογγῖνόν τινα δραστήριόν τε ἄνδρα καὶ τὸ σῶμα ἰσχυρὸν ἄγαν, ὃς καὶ τὴν τοῦ δήμου ἀρχὴν ἐν Βυζαντίῳ ὕστερον ἔσχεν.
28.11
οἱ δὲ τῆς ἐκκλησίας τὰ πράγματα διοικούμενοι τὰ μὲν πρῶτα τῶν τινι τῶν πολιτῶν δίκην κεντηναρίοιν ἐκ βιβλίων τῶν εἰρημένων λαχόντες δυοῖν, κατεδικάσαντο τοῦ ἀνθρώπου εὐθὺς, ὅ τι καὶ ἀπολογήσαιτο οὐδαμῆ ἔχοντος διά τε χρόνου τοσόνδε μῆκος καὶ ἄγνοιαν τῶν τότε πεπραγμένων.