26.22
ταύτῃ δὲ τῇ σκήψει οἰκεῖα κέρδη ἐπιτεχνώμενοι οἷς ἐπέκειτο ἡ τιμὴ αὕτη αὐτοὶ μὲν ῥᾷστα ἐς πλοῦτόν τινα περιίσταντο μέγαν, λιμὸν δὲ τοῖς πτωχοῖς χειροποίητον ἐν εὐθηνοῦσι χρόνοις ἀεὶ παρὰ δόξαν εἰργάζοντο, ἐπεὶ οὐδὲ σῖτον ἑτέρωθέν τινι εἰσκομίζεσθαι τὸ παράπαν ἐξῆν, ἀλλὰ ἀναγκαῖον ἦν ἅπασι τούτους δὴ ὠνουμένους ἄρτους ἐσθίειν.
26.23
Τὸν δὲ τῆς πόλεως ὀχετὸν διερρωγότα τε ὁρῶντες καὶ μοῖραν ὕδατος ὀλίγην τινὰ ἐς τὴν πόλιν εἰσάγοντα ὑπερεώρων τε καὶ οὐδ’ ὁτιοῦν αὐτῷ προέσθαι ἤθελον, καίπερ ὁμίλου ἀεὶ ἀμφὶ τὰς κρήνας ἀποπνιγομένου πολλοῦ, καὶ τῶν βαλανείων ἀποκεκλεισμένων ἁπάντων· καίτοι ἐς οἰκοδομίας θαλασσίους τε καὶ ἀνοήτους ἄλλας μέγεθος χρημάτων οὐδενὶ λόγῳ προΐετο, πανταχόθι τῶν προαστείων ἐπιτεχνώμενος, ὥσπερ τῶν βασιλείων αὐτοὺς οὐ χωρούντων, ἐν οἷς δὴ ἅπαντες οἱ πρότερον βεβασιλευκότες διαβιοῦν ἐς ἀεὶ ἤθελον.
26.24
οὕτως οὐ χρημάτων φειδοῖ, ἀλλὰ φθόρου ἀνθρώπων ἕνεκα τῆς τοῦ ὀχετοῦ οἰκοδομίας ὀλιγωρεῖν ἔγνω, ἐπεὶ οὐδεὶς ἐκ τοῦ παντὸς χρόνου Ἰουστινιανοῦ τοῦδε ἑτοιμότερος γέγονεν ἀνθρώπων ἁπάντων χρήματά τε προσποιεῖσθαι κακῶς, καὶ ταῦτα χειρόνως αὐτίκα δὴ μάλα προέσθαι.
26.25
δυοῖν τοίνυν ἀπολελειμμένοιν ἔν τε ποτῷ καὶ τοῖς ἐδωδίμοις τοῖς τὰ ἔσχατα πενομένοις καὶ πτωχοῖς οὖσιν, ὕδατός τε καὶ ἄρτου, δι’ ἀμφοῖν αὐτοὺς, ὥσπερ μοι δεδιήγηται, βασιλεὺς ὅδε ἔβλαψε, τὸ μὲν ἄπορον σφίσι, τὸν δὲ πολλῷ ἀξιώτερον ἐργασάμενος.
26.26
Οὐ μόνον δὲ τοὺς ἐν Βυζαντίῳ προσαιτητὰς, ἀλλὰ καὶ τῶν ἑτέρωθι ᾠκημένων τινὰς ἔδρασε ταῦτα, ὥσπερ μοι αὐτίκα λελέξεται.