24.20
ἐπειδὴ δὲ αὐτὸς τὴν βασιλείαν ἔσχε, τούτους δὴ τοὺς ὑπεραρίθμους ἀπεσείσατο αὐτίκα μάλα, τῶν χρημάτων οὐδ’ ὁτιοῦν ἀποδοὺς σφίσιν.
24.21
Ἐς μέντοι τοὺς ἐντὸς τοῦ τῶν σχολαρίων ἀριθμοῦ ὄντας ἐπενόει τάδε. ἡνίκα στράτευμα ἐπὶ Λιβύην ἢ Ἰταλίαν ἢ ἐπὶ Πέρσας ὡς σταλήσεται ἐπίδοξον εἴη, καὶ αὐτοῖς ὡς ξυστρατεύσουσιν ἐπήγγελλε συσκευάζεσθαι, καίπερ ἐξεπιστάμενος ἐπιτηδείως αὐτοὺς ἐς τὸ στρατεύεσθαι ὡς ἥκιστα ἔχειν, οἱ δὲ τοῦτο ἵνα μὴ γένηται δείσαντες χρόνου οἱ ῥητοῦ τὰς ξυντάξεις ἀφίεσαν. ταῦτα μὲν τοῖς σχολαρίοις πολλάκις ξυνηνέχθη παθεῖν.
24.22
καὶ Πέτρος δὲ τὸν ἅπαντα χρόνον ἡνίκα τὴν τοῦ μαγίστρου καλουμένου εἶχεν ἀρχὴν, ἀεὶ καθ’ ἡμέραν αὐτοὺς κλοπαῖς ἀμυθήτοις ἀπέκναιε.
24.23
πρᾷος μὲν γὰρ ἦν καὶ ὡς ἥκιστα ὑβρίζειν εἰδὼς, κλεπτίστατος δὲ ἀνθρώπων ἁπάντων καὶ ῥύπου αἰσχροῦ ἀτεχνῶς ἔμπλεως. τούτου τοῦ Πέτρου κἀν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τὸν Ἀμαλασούνθης φόνον τῆς Θευδερίχου παιδὸς εἰργασμένου.
24.24
Εἰσὶ δὲ καὶ ἕτεροι τῶν ἐν Παλατίῳ πολὺ ἀξιώτεροι, ἐπεὶ καὶ πλείω τὸ δημόσιον αὐτοῖς χορηγεῖν εἴωθεν ἅτε καὶ μείζω κατατιθεῖσι τοῦ τῆς στρατείας ὀνόματος τὰ τιμήματα, οἳ δὴ δομέστικοί τε καὶ προτίκτωρες ἐπικαλοῦνται καὶ ἀνέκαθεν ἀμελέτητοί εἰσι πολεμίων ἔργων.
24.25
τάξεως γὰρ καὶ προσώπου ἕνεκα μόνον ἐν Παλατίῳ εἰώθασι καταλέγεσθαι. καὶ αὐτῶν οἱ μὲν ἐν Βυζαντίῳ, οἱ δὲ ἐπί τε Γαλατίας ἐκ παλαιοῦ καὶ χωρίων ἑτέρων ἵδρυνται.
24.26
ἀλλὰ καὶ τούτους Ἰουστινιανὸς τρόπῳ ἀεὶ δεδισσόμενος τῷ εἰρημένῳ μεθίεσθαι ἠνάγκαζε τῶν προσηκουσῶν σφίσι συντάξεων.