23.17
Τοιοῦτο μὲν καὶ τὸ τῆς ἐπιβολῆς ὄνομά ἐστιν, ἐπιπολάσαν ὡς τὸ εἰκὸς ἐπὶ τὸν χρόνον μάλιστα τοῦτον. τὰ δὲ τῶν διαγραφῶν ὡς συντομώτατα φράσαντι ἀπηλλάχθαι τῇδέ πη ἔχει.
23.18
ζημίαις πολλαῖς ἄλλως τε καὶ ὑπὸ τοὺς χρόνους τούτους περιβάλλεσθαι τὰς πόλεις ἦν ἀνάγκη· ὧνπερ τάς τε ἀφορμὰς καὶ τοὺς τρόπους ἀφίημι λέγειν ἐν τῷ παρόντι, ὡς μή μοι ὁ λόγος ἀπέραντος εἴη.
23.19
ταύτας οἱ τὰ χωρία ἔχοντες ἀπέτινον, τίμημα κατατιθέντες κατὰ λόγον τῆς ἐγκειμένης ἑκάστῳ
23.20
φορᾶς. οὐκ ἄχρι δὲ τούτων αὐτοῖς τὸ κακὸν ἔστη, ἀλλὰ καὶ τοῦ λοιμοῦ ξύμπασαν περιλαβόντος τήν τε ἄλλην οἰκουμένην καὶ οὐχ ἥκιστα τὴν τῶν Ῥωμαίων ἀρχὴν τῶν τε γεωργῶν ἀφανίσαντος μέρος τὸ πλεῖστον, καὶ ἀπ’ αὐτοῦ ἐρήμων ὡς τὸ εἰκὸς τῶν χωρίων γεγενημένων, οὐδεμιᾷ φειδοῖ ἐχρήσατο ἐς τοὺς τούτων κυρίους.
23.21
φόρον γὰρ τὸν ἐπέτειον οὔποτε ἀνίει πραττόμενος οὐχ ᾗπερ ἑκάστῳ ἐπέβαλλε μόνον, ἀλλὰ καὶ γειτόνων τῶν ἀπολωλότων τὴν μοῖραν.
23.22
προσῆν δὲ αὐτοῖς καὶ τἄλλα πάντα ὧνπερ ἐμνήσθην ἀρτίως ἅτε τοῖς τῶν χωρίων δεδυστυχηκόσι τὴν κτῆσιν ἀεὶ ἐγκειμένων, ἔτι μέντοι καὶ τοῖς μὲν στρατιώταις ἀνὰ τὰ κάλλιστά τε καὶ τιμιώτατα δωματίων τῶν σφετέρων ᾠκημένοις ὑπηρετεῖν, αὐτοῖς δὲ πάντα τοῦτον τὸν χρόνον ἐν τοῖς φαυλοτάτοις τε καὶ ἀπημελημένοις τῶν οἰκιδίων δίαιταν ἔχειν.
23.23
Ἅπερ ἅπαντα ὑπὸ τὴν Ἰουστινιανοῦ τε καὶ Θεοδώρας βασιλείαν τοῖς ἀνθρώποις ἀεὶ γίνεσθαι ξυνέβη, ἐπεὶ οὔτε πόλεμον οὔτε τι ἄλλο τῶν μεγίστων κακῶν ἐν τούτῳ δὴ τῷ χρόνῳ λελωφηκέναι τετύχηκεν.