22.18
ἠξίου. ἦν τε ἀναγκαῖον τοῖς ταύτῃ οἰκοῦσι μέχρι μὲν ἐς τὴν θάλασσαν πόνῳ πολλῷ τὰ φορτία φέρειν, ἐς Βυζάντιον δὲ ξὺν κινδύνῳ αὐτὰ ἐσκομίζεσθαι καὶ βραχέα μὲν τιμήματα δῆθεν τῷ λόγῳ πρὸς αὐτοῦ φέρεσθαι, τὴν ζημίαν δὲ αὐτοῖς ἐς τοσόνδε μεγέθους καθίστασθαι ὥστε ἀγαπᾶν ἤν τις αὐτοὺς ἐῴη τόν τε σῖτον οἴκῳ δημοσίῳ χαρίζεσθαι καὶ τίμημα ἕτερον ὑπὲρ αὐτοῦ κατατιθέναι.
22.19
τοῦτό ἐστι τὸ ἄχθος ὅπερ καλεῖν συνωνὴν νενομίκασιν. ἐπεὶ δὲ οὐδ’ ὣς σῖτος ἐν Βυζαντίῳ κατὰ τὴν χρείαν ἱκανὸς ἐγεγόνει, πολλοὶ τὸ πρᾶγμα ἐς βασιλέα διέβαλλον.
22.20
ἅμα δὲ καὶ οἱ στρατευόμενοι σχεδόν τι ἅπαντες ἅτε τὰς εἰωθυίας οὐ κεκομισμένοι ξυντάξεις, θορύβῳ τε ἀνὰ τὴν πόλιν καὶ ταραχῇ πολλῇ εἴχοντο.
22.21
βασιλεὺς μὲν οὖν ἤδη τε αὐτῷ χαλεπῶς ἔχειν ἔδοξε καὶ παραλύειν αὐτὸν τῆς ἀρχῆς ἤθελε διά τε ταῦτα ἅπερ ἐρρήθη καὶ ὅτι χρήματα δαιμονίως μεγάλα ἠκηκόει αὐτῷ ἀποκεκρύφθαι,
22.22
ἅπερ ἐκ τοῦ δημοσίου σεσυληκὼς ἔτυχε. καὶ ἦν δὲ οὕτως. Θεοδώρα δὲ τὸν ἄνδρα οὐκ εἴα. ἐκτόπως γὰρ τὸν Βαρσύμην ἠγάπα, ἐμοὶ μὲν δοκεῖ, τῆς τε πονηρίας ἕνεκα καὶ τοῦ τοῖς κατηκόοις διαφερόντως λυμαίνεσθαι.
22.23
αὐτή τε γὰρ ὠμοτάτη ἦν καὶ ἀπανθρωπίας ἀτεχνῶς ἔμπλεως καὶ τοὺς ὑπουργοῦντας ἠξίου τὰ ἐς τὸν τρόπον αὐτῇ ἐπιτηδείως ὡς μάλιστα ἔχειν.
22.24
φασὶ δὲ αὐτὴν καὶ καταμαγευθεῖσαν πρὸς τοῦ Πέτρου ἀκούσιον αὐτῷ εὐνοϊκῶς ἔχειν.
22.25
περί τε γὰρ τοὺς φαρμακέας καὶ τὰ δαιμόνια περιέργως ἐσπουδάκει ὁ Βαρσύμης οὗτος, καὶ τοὺς καλουμένους Μανιχαίους ἐτεθήπει τε καὶ αὐτῶν προστατεῖν ἐκ τοῦ ἐμφανοῦς οὐδαμῆ ἀπηξίου.