20.10
ὄνομα ταύτῃ ἐπιθεὶς κοιαισίτωρα. ὁ μὲν οὖν πραίτωρ εἴ τινα ἐν τοῖς φωρίοις λόγου πολλοῦ ἄξια εὗρε, ταῦτα δὴ τῷ αὐτοκράτορι ἀποφέρειν ἠξίου, φάσκων
20.11
οὐδαμῆ φαίνεσθαι τοὺς τούτων κυρίους. ταύτῃ τε χρημάτων ἀεὶ τῶν τιμιωτάτων διαλαγχάνειν ὁ βασιλεὺς εἶχεν. ὁ δὲ δὴ κοιαισίτωρ καλούμενος τοὺς παραπεπτωκότας κατεργαζόμενος, ἃ μὲν βούλοιτο, βασιλεῖ ἔφερεν, αὐτὸς δὲ οὐδὲν ἧσσον ἐπλούτει τοῖς ἀλλοτρίοις οὐδενὶ νόμῳ.
20.12
οἱ γὰρ δὴ τούτων τῶν ἀρχῶν ὑπηρέται οὔτε κατηγόρους ἐπήγοντο οὔτε μάρτυρας τῶν πεπραγμένων παρείχοντο, ἀλλὰ διηνεκὲς πάντα τοῦτον τὸν χρόνον ἀκατηγόρητοί τε καὶ ἀνεξέλεγκτοι ὡς λαθραιότατα ἐντυχόντες ἐκτείνοντό τε καὶ ἀφῃροῦντο τὰ χρήματα.
20.13
Ὕστερον δὲ ὁ παλαμναῖος οὗτος ταύταις τε καὶ τῇ τῷ δήμῳ ἐφεστώσῃ ἀρχῇ πάντων ὁμοίως ἐπιμελεῖσθαι τῶν ἐγκλημάτων ἐπέστελλεν, ἐρίζειν σφίσι πρὸς ἀλλήλους εἰπὼν ὅστις αὐτῶν πλείους τε καὶ θᾶσσον διαφθείρειν ἱκανὸς εἴη.
20.14
καὶ αὐτῶν ἕνα μὲν αὐτὸν εὐθὺς ἐρέσθαι φασὶν, ἢν ἐς τοὺς τρεῖς τίς ποτε διαβάλλοιτο, τίνος ἂν αὐτῶν ἡ τοῦ πράγματος διάγνωσις εἴη· τὸν δὲ ὑπολαβόντα φάναι, ὅστις ἂν αὐτῶν προτερήσας τοὺς ἄλλους φθάνοι.
20.15
ἀλλὰ καὶ τὴν τοῦ κοιαίστωρος καλουμένην ἀρχὴν διέθετο οὐδενὶ κόσμῳ, ἧσπερ διαφερόντως ἐπεμελοῦντο οἱ πρότερον βεβασιλευκότες, ὡς εἰπεῖν, ἅπαντες, ὅπως τε τὰ ἄλλα ἔμπειροι καὶ σοφοὶ καὶ τὰ ἐς τοὺς νόμους μάλιστα εἶεν οἱ ταύτην διαχειρίσαντες καὶ χρημάτων διαφανῶς ἀδωρότατοι, ὡς οὐκ ἄνευ μεγάλου ὀλέθρου τούτου γε τῇ πολιτείᾳ γενησομένου, εἴπερ οἱ ταύτην τὴν ἀρχὴν ἔχοντες ἢ ἀπειρίᾳ τινὶ ἔχοιντο ἢ φιλοχρηματίᾳ ἐφεῖντο.