1.1
Ὅσα μὲν οὖν Ῥωμαίων τῷ γένει ἐν τοῖς πολέμοις ἄχρι δεῦρο ξυνηνέχθη γενέσθαι, τῇδέ μοι δεδιήγηται, ᾗπερ δυνατὸν ἐγεγόνει τῶν πράξεων τὰς δηλώσεις ἁπάσας ἐπὶ καιρῶν τε καὶ χωρίων τῶν ἐπιτηδείων ἁρμοσαμένῳ· τὰ δὲ ἐνθένδε οὐκέτι μοι τρόπῳ τῷ εἰρημένῳ ξυγκείσεται, ἐπεὶ ἐνταῦθα γεγράψεται πάντα, ὁπόσα δὴ τετύχηκε γενέσθαι πανταχόθι τῆς Ῥωμαίων ἀρχῆς.
1.2
αἴτιον δὲ, ὅτι δὴ οὐχ οἷόν τε ἦν περιόντων ἔτι τῶν αὐτὰ εἰργασμένων ὅτῳ δεῖ ἀναγράφεσθαι τρόπῳ. οὔτε γὰρ διαλαθεῖν πλήθη κατασκόπων οἷόν τε ἦν οὔτε φωραθέντα μὴ ἀπολωλέναι θανάτῳ οἰκτίστῳ· οὐδὲ γὰρ ἐπὶ τῶν συγγενῶν τοῖς γε οἰκειοτάτοις τὸ θαρρεῖν εἶχον.
1.3
ἀλλὰ καὶ πολλῶν τῶν ἐν τοῖς ἔμπροσθεν λόγοις εἰρημένων ἀποκρύψασθαι τὰς αἰτίας ἠναγκάσθην. τὰ τό τε δ̓ οὖν τέως ἄρρητα μείναντα καὶ τῶν ἔμπροσθεν δεδηλωμένων ἐνταῦθά μοι τοῦ λόγου τὰς αἰτίας σημῆναι δεήσει.
1.4
Ἀλλά μοι ἐς ἀγώνισιν ἑτέραν ἰόντι χαλεπήν τινα καὶ δεινῶς ἄμαχον τῶν Ἰουστινιανῷ τε καὶ Θεοδώρᾳ βεβιωμένων βαμβαίνειν τε καὶ ἀναποδίζειν ἐπὶ πλεῖστον ἐκεῖνο διαριθμουμένῳ ξυμβαίνει, ὅτι δή μοι ταῦτα ἐν τῷ παρόντι γεγράψεται τὰ μήτε πιστὰ μήτε εἰκότα φανησόμενα τοῖς ὄπισθεν γενησομένοις, ἄλλως τε ὁπηνίκα ἐπὶ μέγα ῥεύσας ὁ χρόνος παλαιοτέραν τὴν ἀκοὴν ἀπεργάζεται, δέδοικα μὴ καὶ μυθολογίας ἀποίσομαι δόξαν κἀν τοῖς τραγῳδοδιδασκάλοις τετάξομαι.
1.5
ἐκείνῳ μέντοι τὸ θαρρεῖν ἔχων οὐκ ἀποδειλιάσω τὸν ὄγκον τοῦ ἔργου, ὥς μοι οὐκ ἀμαρτύρητος ὁ λόγος ἐστίν. οἱ γὰρ νῦν ἄνθρωποι δαημονέστατοι μάρτυρες τῶν πράξεων ὄντες ἀξιόχρεῳ παραπομποὶ ἐς τὸν ἔπειτα χρόνον τῆς ὑπὲρ αὐτῶν πίστεως ἔσονται.