Book 8
20.28
ἄλκιμοι δέ εἰσι πάντων μάλιστα βαρβάρων ὧν ἡμεῖς ἴσμεν οἱ νησιῶται οὗτοι, ἔς τε τὰς ξυμβολὰς πεζοὶ ἴασιν.
20.29
οὐ γὰρ ὅσον εἰσὶ τοῦ ἱππεύεσθαι ἀμελέτητοι, ἀλλ’ οὐδὲ ἵππον ὅ τι ποτέ ἐστιν ἐπίστασθαι σφίσι ξυμβαίνει, ἐπεὶ ἵππον ἐν ταύτῃ τῇ νήσῳ οὐδὲ ὅσα κατ’ εἰκόνα θεῶνται· οὐ γάρ ποτε τὸ ζῷον τοῦτο ἔν γε Βριττίᾳ γεγονὸς φαίνεται.
20.30
εἰ δέ ποτε αὐτῶν τισὶν ἐπὶ πρεσβείᾳ ἢ ἄλλου του ἕνεκα Ῥωμαίοις ἢ Φράγγοις ἢ ἄλλῳ τῳ ἵππους ἔχοντι ἐπιχωριάσασθαι ξυμβαίη, ἐνταῦθά τε ἵπποις ὀχεῖσθαι αὐτοῖς ἐπάναγκες εἴη, ἀναθρώσκειν μὲν ἐπ’ αὐτοὺς οὐδεμιᾷ μηχανῇ ἔχουσιν, ἕτεροι δὲ αὐτοὺς μετεωρίζοντες ἄνθρωποι ἐπὶ τοὺς ἵππους ἀναβιβάζουσιν, ἀπαλλάσσεσθαί τε βουλομένους ἐνθένδε αὖθις αἴροντες ἐπὶ τῆς γῆς κατατίθενται.
20.31
οὐ μὴν οὐδὲ Οὔαρνοι ἱππόται εἰσίν, ἀλλὰ πεζοὶ καὶ αὐτοὶ ἅπαντες. οὗτοι μὲν οὖν οἱ βάρβαροι τοιοίδε εἰσί. περίνεως δὲ οὐκ ἦν ἐν τούτῳ τῷ στόλῳ, ἀλλ’ αὐτερέται πάντες. οὐδὲ ἱστία τούτοις δὴ τοῖς νησιώταις τυγχάνει ὄντα, ἀλλ’ ἐρέσσοντες ἀεὶ ναυτίλλονται μόνον.
20.32
Ἐπειδὴ δὲ κατέπλευσαν εἰς τὴν ἤπειρον, παρθένος μὲν ἥπερ αὐτῶν ἦρχε, χαράκωμα ἐχυρὸν πηξαμένη παρ’ αὐτὴν μάλιστα τὴν ἐκβολὴν ποταμοῦ Ῥήνου, ξὺν ὀλίγοις τισὶν αὐτοῦ ἔμενε, παντὶ δὲ τῷ ἄλλῳ στρατῷ τὸν ἀδελφὸν ἐπὶ τοὺς πολεμίους ἐξηγεῖσθαι κελεύει.
20.33
ἐστρατοπεδεύοντο δὲ Οὔαρνοι τότε τῆς τε Ὠκεανοῦ ἠϊόνος καὶ Ῥήνου ἐκβολῆς οὐ πολλῷ ἄποθεν. οὗ δὴ ἀφικομένων κατὰ τάχος Ἀγγίλων ξυνέμιξαν μὲν ἀμφότεροι ἐς χεῖρας ἀλλήλοις, ἡσσῶνται δὲ κατὰ κράτος Οὔαρνοι.