Book 8
20.20
ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, παρείσθω μὲν ὑμῖν τοῦ παιδὸς τοῦδε νησιῶτις μνηστή, χρήματα πάντα ὅσα παρ’ ἡμῶν κεκομισμένη τούτου δὴ ἕνεκα ἔτυχε τῆς ὕβρεως ἀπενεγκαμένη μισθόν, ᾗ νόμος ἀνθρώπων ὁ κοινὸς βούλεται· Ῥάδιγις δὲ ὁ παῖς ξυνοικιζέσθω τῇ μητρυιᾷ τὸ λοιπὸν τῇ αὑτοῦ, καθάπερ ὁ πάτριος ἡμῖν ἐφίησι νόμος.”
20.21
Ὁ μὲν ταῦτα εἰπὼν τῇ τεσσαρακοστῇ ἀπὸ τῆς προρρήσεως ἡμέρᾳ νοσήσας τὴν πεπρωμένην ἀνέπλησεν. ὁ δὲ τοῦ Ἑρμεγίσκλου υἱός, Οὐάρνων τὴν βασιλείαν παραλαβών, γνώμῃ τῶν ἐν βαρβάροις τοῖσδε λογίμων ἀνδρῶν ἐπιτελῆ ἐποίει τὴν τοῦ τετελευτηκότος βουλὴν καὶ τὸν γάμον αὐτίκα τῇ μνηστῇ ἀπειπὼν τῇ μητρυιᾷ ξυνοικίζεται.
20.22
ἐπειδὴ δὲ ταῦτα ἡ τοῦ Ῥαδίγιδος μνηστὴ ἔμαθεν, οὐκ ἐνεγκοῦσα τὴν τοῦ πράγματος συμφοράν, τίσασθαι αὐτὸν τῆς εἰς αὐτὴν ὕβρεως ὥρμητο.
20.23
τίμιον γὰρ οὕτω τοῖς ἐκείνῃ βαρβάροις σωφροσύνη νομίζεται εἶναι, ὥστε δὴ μόνου παρ’ αὐτοῖς ξυντετυχηκότος ὀνόματος γάμου, μὴ ἐπιγενομένου τοῦ ἔργου, δοκεῖ πεπορνεῦσθαι γυνή.
20.24
τὰ μὲν οὖν πρῶτα πέμψασα πρὸς αὐτὸν ἐπὶ πρεσβεία τῶν οἱ ἐπιτηδείων τινὰς ἀνεπυνθάνετο ὅτου δὴ ὑβρίσειεν ἐς αὐτὴν ἕνεκα, οὔτε πεπορνευμένην οὔτε τι ἄλλο εἰργασμένην εἰς αὐτὸν ἄχαρι.
20.25
ἐπεὶ δὲ ἀνύτειν οὐδὲν ταύτῃ ἐδύνατο, τὸ ἀρρενωπὸν ἀνελομένη ἐπὶ πολέμια ἔργα ἐχώρει.
20.26
Ναῦς οὖν αὐτίκα τετρακοσίας ἀγείρασα στράτευμά τε αὐταῖς ἐνθεμένη οὐχ ἧσσον ἢ μυριάδων δέκα μαχίμων ἀνδρῶν, αὐτὴ ἐξηγεῖτο ἐπὶ τοὺς Οὐάρνους τῇ στρατιᾷ ταύτῃ.
20.27
ἐπήγετο δὲ καὶ τῶν ἀδελφῶν τῶν ἑαυτῆς ἕνα, ξυνδιοικησόμενον αὐτῇ τὰ παρόντα, οὐχ ὡς μέντοι τὴν βασιλείαν ἔχειν, ἀλλ’ ἔτι ἐν ἰδιώτου τελοῦντα μοίρᾳ.