Book 8
20.15
τοῦτο γὰρ αὐτῷ τὴν τοῦ ὄρνιθος δηλοῦν πρόρρησιν. “Ἐγὼ μὲν οὖν προορώμενοσ” ἔφη “ὅπως δὴ ὡς ἀσφαλέστατα ξὺν τῇ ἀπραγμοσύνῃ βιώσεσθε, τοῖς τε Φράγγοις ἐς κῆδος συνῆλθον, γυναῖκα ἐνθένδε τὴν ἐμοὶ ξυνοικοῦσαν ἐπαγαγόμενος, καὶ τῷ παιδὶ τῷ ʼμῷ περιβέβλημαι τὴν Βριττίαν μνηστήν.
20.16
ἀλλὰ νῦν, ἐπεὶ ἐγὼ μὲν τεθνήξεσθαι ὑποτοπάζω αὐτίκα δὴ μάλα, εἰμὶ δὲ ἄπαις ἄρσενός τε καὶ θήλεος γόνου, ὅσα γε τὰ γυναικὸς τῆσδε, πρὸς δὲ καὶ ὁ παῖς ἀνυμέναιός τε καὶ ἄνυμφος ἔτι νῦν ἐστί, φέρε ὑμῖν ἐπικοινώσομαι τὴν ἐμὴν διάνοιαν, καὶ εἴ τι ὑμῖν οὐκ ἀσύμφορον δόξειεν εἶναι, ὑμεῖς δὲ αὐτήν, ἐπειδὰν ἀφίκωμαι τάχιστα ἐς τὸ μέτρον τοῦ βίου, τύχῃ ἀγαθῇ κατακυροῦντες διαπεραίνετε.
20.17
οἶμαι τοίνυν Οὐάρνοις ξυνοίσειν τὴν κηδείαν ἐς Φράγγους μᾶλλον ἢ ἐς τοὺς νησιώτας ποιεῖσθαι.
20.18
Βρίττιοι μὲν γὰρ οὐδὲ ὅσον ἐπιμίγνυσθαι ὑμῖν οἷοί τέ εἰσιν, ὅτι μὴ ὀψέ τε καὶ μόλις· Οὔαρνοι δὲ καὶ Φράγγοι τουτὶ μόνον τοῦ Ῥήνου τὸ ὕδωρ μεταξὺ ἔχουσιν, ὥστε αὐτοὺς ἐν γειτόνων μὲν ὡς πλησιαίτατα ὄντας ὑμῖν, ἐς δυνάμεως δὲ κεχωρηκότας μέγα τι χρῆμα, ἐν προχείρῳ ἔχειν εὖ ποιεῖν τε ὑμᾶς καὶ λυμαίνεσθαι, ἡνίκα ἂν αὐτοῖς βουλομένοις εἴη·
20.19
λυμανοῦνται δὲ πάντως. ἢν μὴ τὸ κῆδος αὐτοῖς ἐμπόδιον ἔσται. βαρεῖα γὰρ φύσει τοῖς ἀνθρώποις ὑπερβάλλουσα αὐτοὺς τῶν πλησιοχώρων δύναμις γίνεται καὶ πρὸς ἀδικίαν ἑτοιμοτάτη, ἐπεὶ γείτονι δυνατῷ ῥᾴδιον ἐπὶ τοὺς πέλας οὐδὲν ἀδικοῦντας ἐκπορίζεσθαι πολέμου αἰτίας.