Book 8
19.22
διαλαγχάνουσι.” τοσαῦτα μὲν Οὐτιγούρων οἱ πρέσβεις εἶπον. βασιλεὺς δὲ αὐτοὺς πολλὰ τιθασσεύσας καὶ δώρων πλήθει παρηγορήσας οὐκ ἐς μακρὰν ἀπεπέμψατο. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.
20.1
Κατὰ δὲ τὸν χρόνον τοῦτον τῷ τε Οὐάρνων ἔθνει καὶ στρατιώταις νησιώταις οἳ δὴ ἐν νήσῳ τῇ Βριττίᾳ καλουμένῃ ᾤκηνται, πόλεμος καὶ μάχη ἐγένετο ἐξ αἰτίας τοιᾶσδε.
20.2
Οὔαρνοι μὲν ὑπὲρ Ἴστρον ποταμὸν ἵδρυνται, διήκουσι δὲ ἄχρι ἐς Ὠκεανὸν τὸν ἀρκτῷον καὶ ποταμὸν Ῥῆνον, ὅσπερ αὐτούς τε διορίζει καὶ Φράγγους καὶ τὰ ἄλλα ἔθνη ἃ ταύτῃ ἵδρυνται.
20.3
οὗτοι ἅπαντες, ὅσοι τὸ παλαιὸν ἀμφὶ Ῥῆνον ἑκατέρωθεν ποταμὸν ᾤκηντο, ἰδίου μέν τινος ὀνόματος ἕκαστοι μετελάγχανον, ἐπὶ κοινῆς δὲ Γερμανοὶ ἐκαλοῦντο ἅπαντες.
20.4
Βριττία δὲ ἡ νῆσος ἐπὶ τούτου μὲν Ὠκεανοῦ κεῖται, τῆς ἠϊόνος οὐ πολλῷ ἄποθεν, ἀλλ’ ὅσον ἀπὸ σταδίων διακοσίων καταντικρὺ τῶν τοῦ Ῥήνου ἐκβολῶν μάλιστα, Βρεττανίας δὲ καὶ Θούλης τῆς νήσου μεταξύ ἐστιν.
20.5
ἐπεὶ Βρεττανία μὲν πρὸς δύοντά που κεῖται ἥλιον κατὰ τῆς Ἱσπανῶν τὰ ἔσχατα χώρας, ἀμφὶ σταδίους οὐχ ἧσσον ἢ ἐς τετρακισχιλίους τῆς ἠπείρου διέχουσα, Βριττία δὲ ἐς τῆς Γαλλίας τὰ ὄπισθεν, ἃ δὴ πρὸς Ὠκεανὸν τετραμμένα, Ἱσπανίας δηλονότι καὶ Βρεττανίας πρὸς βορρᾶν ἄνεμον.
20.6
Θούλη δέ, ὅσα γε ἀνθρώπους εἰδέναι, ἐς Ὠκεανοῦ τοῦ πρὸς τῇ ἄρκτῳ τὰ ἔσχατα κεῖται. ἀλλὰ τὰ μὲν ἀμφὶ Βρεττανίᾳ καὶ Θούλῃ ἐν τοῖς ἔμπροσθέν μοι λόγοις ἐρρήθη· Βριττίαν δὲ τὴν νῆσον ἔθνη τρία πολυανθρωπότατα ἔχουσι, βασιλεύς τε εἷς αὐτῶν ἑκάστῳ ἐφέστηκε.
20.7
καὶ ὀνόματα κεῖται τοῖς ἔθνεσι τούτοις Ἀγγίλοι τε καὶ Φρίσσονες καὶ οἱ τῇ νήσῳ ὁμώνυμοι Βρίττωνες.