Book 8
18.16
Γήπαιδες δὲ τούτων δὴ τῶν βαρβάρων τῇ παρουσίᾳ ἐν τῷ παρόντι ἀχθόμενοι, ἐπεὶ οὔπω ὁ τῆς μάχης ἐνειστήκει καιρός, ἀλλ’ ἐνιαυτὸς ταῖς ξυνθήκαις ἔτι ἐλέλειπτο, πείθουσιν αὐτοὺς καταθεῖν μεταξὺ τὴν βασιλέως γῆν, πάρεργον τῆς σφετέρας ἀκαιρίας πεποιημένοι τὴν ἐς Ῥωμαίους ἐπιβουλήν.
18.17
ἐπεὶ δὲ Ῥωμαῖοι τὴν διάβασιν ποταμοῦ Ἴστρου ἐς τὸ ἀκριβὲς ἔν τε Ἰλλυριοῖς καὶ τοῖς ἐπὶ Θρᾴκης χωρίοις ἐφρούρουν, αὐτοὶ τούτους δὴ τοὺς Οὔννους ἐν χώρᾳ τῇ κατ’ αὐτοὺς διαπορθμεύσαντες ποταμὸν Ἴστρον ἐς τὰ Ῥωμαίων ἤθη ἀφίεσαν.
18.18
Καὶ οἱ μὲν πάντα σχεδόν τι ἐληΐσαντο τὰ ἐκείνῃ χωρία, βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπενόει τάδε. πέμψας παρὰ Οὔννων τῶν Οὐτιγούρων τοὺς ἄρχοντας, οἳ δὴ ἐπέκεινα Λίμνης ᾤκηνται τῆς Μαιώτιδος, ἐμέμφετό τε καὶ ἄδικον αὐτῶν ἀπεκάλει τὴν ἐς Κουτριγούρους ἀπραγμοσύνην, εἴπερ τὸ τοὺς φίλους διαφθειρομένους περιορᾶν ἐν τοῖς τῶν ἔργων ἀδικωτάτοις καταλέγειν δεήσει. αὐτῶν γὰρ Κουτρίγουροι,
18.19
ἔφη, πλησιοχώρων ὄντων ἀφροντιστήσαντες, καὶ ταῦτα ἐκ Βυζαντίου χρήματα μεγάλα κομιζόμενοι ἀνὰ πᾶν ἔτος, τρόπῳ οὐδενὶ τῆς ἐς Ῥωμαίους ἀδικίας οὐ θέλουσιν ἀποπαύεσθαι, ἀλλ’ ὁσημέραι καταθέουσί τε καὶ ληΐζονται αὐτοὺς οὐδενὶ λόγῳ.
18.20
τούτων δὲ αὐτοὶ οὐδὲν τὸ μέρος κερδαίνοντες, οὐδὲ τῆς λείας Κουτριγούροις διαλαγχάνοντες, οὐ προσποιοῦνται κακουμένους Ῥωμαίους, καίπερ αὐτοῖς φίλοι ἐκ παλαιοῦ ἐς τὰ μάλιστα ὄντες.