Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

18.8 οἵπερ, ἐπεὶ παρὰ τὸν ἄρχοντα τῶν Γηπαίδων Θορισὶν ἀφικόμενοι τὰ πρασσόμενα εἶδον, ἔκ τε τῶν ἐν σφίσιν αὐτοῖς τετυχηκότων κατενόησαν τὰ τοῖς πολεμίοις ξυνενεχθέντα καὶ τῷ Θορισὶν ἐς ὄψιν ἐλθόντες ἀνεπυνθάνοντο αὐτοῦ ὅπη ποτέ οἱ γῆς τῶν ἀρχομένων τὸ πλῆθος εἴη.
18.9 καὶ ὃς τῶν ξυμπεπτωκότων οὐδὲν ἀρνηθεὶς “Φεύγουσιν οὐδενὸς διώκοντοσ” ἔφη. οἱ δὲ ὑπολαβόντες “Ταὐτὸ τοῦτο,” φασί, “Λαγγοβάρδαι πεπόνθασιν. ἀληθιζομένῳ γάρ σοι, ὦ βασιλεῦ, οὐδέν τι τῶν ἡμετέρων ἀποκρυψόμεθα.
18.10 οὐκοῦν ἐπειδὴ τὰ γένη ταῦτα διολωλέναι ὡς ἥκιστα βουλομένῳ τῷ θεῷ ἐστὶ καὶ ἀπ’ αὐτοῦ διέλυσε τὴν παράταξιν, σωτήριον ἀμφοτέροις ἐπιβαλὼν δέος, φέρε δὴ καὶ ἡμεῖς ἐπιχωρήσωμεν τῇ τοῦ θεοῦ γνώμῃ, τὸν πόλεμον καταλύοντες.” “Ἔστω, γινέσθω ταῦτα,” ὁ Θορισὶν ἔφη. δυοῖν τε οὕτως ἐνιαυτοῖν ἐκεχειρίαν πεποίηνται,
18.11 ὅπως μεταξὺ ἐπικηρυκευόμενοί τε καὶ παρ’ ἀλλήλους ἀεὶ φοιτῶντες ἅπαντα ἐς τὸ ἀκριβὲς τὰ διάφορα διαλύσωσι. τότε μὲν οὖν οὕτως ἑκάτεροι ἀνεχώρησαν.
18.12 Ἐν δὲ τῇ ἐκεχειρίᾳ ταύτῃ οὐχ οἷοί τε γεγενημένοι ἐς τῶν ἀντιλεγομένων τὴν διάλυσιν ἀλλήλοις ξυμβῆναι, αὖθις ἐπὶ τὰ πολέμια ἔργα χωρεῖν ἔμελλον.
18.13 δειμαίνοντές τε Γήπαιδες τὴν Ῥωμαίων ἀρχὴν ʽἐπίδοξοι γὰρ ἦσαν ὡς Λαγγοβάρδαις ξυντάξονταἰ τῶν τινὰς Οὔννων ἐς τὴν ὁμαιχμίαν ἐπάγεσθαι διενοοῦντο.
18.14 ἔπεμψαν οὖν παρὰ τῶν Κουτριγούρων τοὺς ἄρχοντας, οἳ δὴ ἐνθένδε ᾤκηνται Λίμνης τῆς Μαιώτιδος, καὶ αὐτῶνἐδέοντο πόλεμον τὸν πρὸς Λαγγοβάρδας ξυνδιενεγκεῖν σφίσιν.
18.15 οἱ δὲ αὐτοῖς δισχιλίους τε καὶ μυρίους εὐθὺς ἔπεμψαν, ὧν ἄλλοι τε ἡγοῦντο καὶ Χινιαλών, ἀνὴρ διαφερόντως ἀγαθὸς τὰ πολέμια.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme