Book 8
17.15
καρτερώτατα δὲ ἀμυνομένων τῶν ταύτῃ φρουρῶν καὶ χωρίου σφίσι ξυλλαμβανούσης τῆς φύσεως ὀχυρότητι ἄπρακτοι ἐνθένδε ἀποκρουσθέντες οἱ βάρβαροι ἀνεχώρησαν· ἔπειτα ἐπὶ Ἀβασγοὺς σπουδῇ ἵεντο.
17.16
Ῥωμαῖοι δὲ οἱ ἐν Τζιβιλῇ φρουρὰν ἔχοντες τὴν δίοδον καταλαμβάνοντες στενοτάτην τε καὶ κρημνώδη οὖσαν, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται, τὸ παράπαν τε ἀδιέξοδον, ἐμπόδιοι σφίσιν ἐγένοντο.
17.17
διὸ δὴ οὐκ ἔχων ὁ Μερμερόης καθ’ ὅ τι τοὺς ἀνθισταμένους βιάζηται, ὑπῆγεν ὀπίσω τὸ στράτευμα ἐπί τε Ἀρχαιόπολιν ὡς πολιορκήσων αὐτίκα ᾔει. τοῦ τε περιβόλου ἀποπειρασάμενος, ἐπεὶ οὐδὲν προὐχώρει, ἀνέστρεφεν αὖθις.
17.18
Ῥωμαῖοι δὲ ἀναχωροῦσιν ἐπισπόμενοι τοῖς πολεμίοις ἐν δυσχωρίᾳ πολλοὺς ἔκτεινον, ἐν τοῖς καὶ τῶν Σαβείρων τὸν ἄρχοντα ξυνηνέχθη πεσεῖν.
17.19
μάχης τε καρτερᾶς ἀμφὶ τῷ νεκρῷ γενομένης ὕστερον Πέρσαι περὶ λύχνων ἁφὰς βιασάμενοι τοὺς ἐναντίους ἐτρέψαντο, ἐπί τε Κόταϊς καὶ Μοχήρησιν ἀπεχώρησαν. ταῦτα μὲν οὖν Ῥωμαίοις τε καὶ Πέρσαις ἐπέπρακτο τῇδε.
17.20
Τὰ μέντοι ἐπὶ Λιβύης ἅπαντα Ῥωμαίοις εὖ τε καὶ καλῶς καθειστήκει. τῷ γὰρ Ἰωάννῃ, ὅνπερ ἐνταῦθα βασιλεὺς Ἰουστινιανὸς στρατηγὸν κατεστήσατο, εὐτυχήματα λόγου τε καὶ ἀκοῆς κρείσσω ξυνηνέχθη γενέσθαι.
17.21
ὃς δὴ ἕνα τῶν ἐν Μαυρουσίοις ἀρχόντων ἑταιρισάμενος, Κουτζίναν ὄνομα, τά τε πρότερα μάχῃ τοὺς ἄλλους ἐνίκησε καὶ οὐ πολλῷ ὕστερον Ἀντάλαν τε καὶ Ἰαύδαν, οἳ Μαυρουσίων τῶν ἐν Βυζακίῳ τε καὶ Νουμιδίᾳ τὸ κράτος εἶχον, ὑποχειρίους πεποίηται, εἵποντό τε αὐτῷ ἐν ἀνδραπόδων λόγῳ.