Book 8
16.33
οἱ γὰρ ἄνθρωποι τὴν διάνοιαν ἐκ τοῦ ἐπὶ πλεῖστον πρὸς τὴν τοῦ βουλήματος ἁρμόζονται χρείαν, καὶ λόγῳ μὲν τῷ ἀρέσκοντι αὐτοὺς ἀεὶ προσχωροῦσι, καὶ προσίενται τὰ ἐξ αὐτοῦ πάντα, οὐ διασκοπούμενοι μὴ ψευδὴς εἴη, τῷ δὲ λυποῦντι χαλεπῶς ἔχοντες ἀπιστοῦσιν, οὐ διερευνώμενοι μὴ ἀληθὴς εἴη.
17.1
Ὑπὸ τοῦτον τὸν χρόνον τῶν τινὲς μοναχῶν ἐξ Ἰνδῶν ἥκοντες, γνόντες τε ὡς Ἰουστινιανῷ βασιλεῖ διὰ σπουδῆς εἴη μηκέτι πρὸς Περσῶν τὴν μέταξαν ὠνεῖσθαι Ῥωμαίους, ἐς βασιλέα γενόμενοι οὕτω δὴ τὰ ἀμφὶ τῇ μετάξῃ διοικήσεσθαι ὡμολόγουν, ὡς μηκέτι Ῥωμαῖοι ἐκ Περσῶν τῶν σφίσι πολεμίων ἢ ἄλλου του ἔθνους τὸ ἐμπόλημα τοῦτο ποιήσωνται·
17.2
χρόνου γὰρ κατατρῖψαι μῆκος ἐν χώρᾳ ὑπὲρ Ἰνδῶν ἔθνη τὰ πολλὰ οὔσῃ, ἥπερ Σηρίνδα ὀνομάζεται, ταύτῃ τε ἐς τὸ ἀκριβὲς ἐκμεμαθηκέναι ὁποίᾳ ποτὲ μηχανῇ γίνεσθαι τὴν μέταξαν ἐν γῇ τῇ Ῥωμαίων δυνατὰ εἴη.
17.3
ἐνδελεχέστατα δὲ διερευνωμένῳ τῷ βασιλεῖ καὶ ἀναπυνθανομένῳ εἰ ὁ λόγος ἀληθὴς εἴη ἔφασκον οἱ μοναχοὶ σκώληκάς τινας τῆς μετάξης δημιουργοὺς εἶναι, τῆς φύσεως αὐτοῖς διδασκάλου τε οὔσης καὶ διηνεκῶς ἀναγκαζούσης ἐργάζεσθαι.
17.4
ἀλλὰ τοὺς μὲν σκώληκας ἐνθάδε ζῶντας διακομίζειν ἀμήχανα εἶναι, τὸν δὲ αὐτῶν γόνον εὔπορόν τε καὶ ῥᾴδιον ὅλως. εἶναι δὲ τῶν σκωλήκων τῶνδε τὸν γόνον ᾠὰ ἑκάστου ἀνάριθμα.
17.5
ταῦτα δὲ τὰ ᾠὰ χρόνῳ πολλῷ τῆς γονῆς ὕστερον κόπρῳ καλύψαντες ἄνθρωποι ταύτῃ τε διαρκῆ θερμήναντες χρόνον ζῷα ποιοῦσι.
17.6
ταῦτα εἰπόντας ὁ βασιλεὺς μεγάλοις τοὺς ἄνδρας ἀγαθοῖς δωρήσασθαι ὁμολογήσας τῷ ἔργῳ πείθει ἐπιρρῶσαι τὸν λόγον.