Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

14.38 νῦν δὲ τὸ παρειμένον τῇ Ῥωμαίων ὀλιγωρίᾳ ἡ τύχη ἐπλήρου. ἀλλ’ ἐπειδὴ Ἐδέσσης ἐμνήσθην, οὐ σιωπήσομαι τὸ ἐκείνῃ τέρας πρὸ τοῦδε τοῦ πολέμου ξυνενεχθέν.
14.39 ἡνίκα γὰρ ὁ Χοσρόης λύειν ἔμελλε τὰς ἀπεράντους καλουμένας σπονδάς, γυνή τις ἐν πόλει βρέφος ἐκύει τὰ μὲν ἄλλα ἐπιεικῶς ἀνθρωπόμορφον, δύο δέ τοι κεφαλὰς ἔχον. ὃ δὴ τοῖς ἀποβεβηκόσι φανερὸν γέγονεν.
14.40 Ἔδεσσά τε γὰρ καὶ ἡ ἑῴα σχεδόν τι πᾶσα καὶ πρὸς βορρᾶν ἄνεμον ἡ πολλὴ Ῥωμαίων ἀρχὴ βασιλεῦσι περιμάχητος δυοῖν γέγονε. ταῦτα μὲν οὖν τῇδε ξυνέπεσεν. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.
14.41 Τῆς δὲ ταραχῆς οὕτως ἐπιπεσούσης τῷ Μήδων στρατῷ, ὅσοι δὴ αὐτῶν ὄπισθεν ἐτετάχατο, τὴν μὲν ταραχὴν τῶν ἔμπροσθεν ὄντων θεώμενοι, τὸ δὲ ξυμβεβηκὸς οὐδαμῆ πεπυσμένοι, κατωρρώδησαν, ἔς τε ὑπαγωγὴν ξὺν πολλῇ ἀκοσμίᾳ ἐτράποντο.
14.42 ταὐτὸ δὲ τοῦτο καὶ οἱ Δολομῖται παθόντες ʽἐξ ὑπερδεξίων γὰρ μαχόμενοι τὰ ποιούμενα πάντα ἑώρων’ αἰσχράν τινα φυγὴν ἔφευγον, ἥ τε τροπὴ λαμπρὰ ἐγεγόνει.
14.43 καὶ τετρακισχίλιοι μὲν τῶν βαρβάρων αὐτοῦ ἔπεσον, ἐν τοῖς καὶ τῶν ἀρχόντων τρεῖς τετύχηκεν εἶναι, τέσσαρα δὲ τῶν Περσικῶν σημείων Ῥωμαῖοι εἷλον, ἅπερ εὐθὺς ἐς Βυζάντιον βασιλεῖ ἔπεμψαν.
14.44 ἵππους δέ φασιν αὐτῶν οὐχ ἥσσους ἢ ἐς δισμυρίους ἀπολωλέναι, οὐ βληθέντας οὐδὲ πληγέντας πρὸς τῶν πολεμίων, ἀλλὰ μακρὰν μὲν ὁδὸν πορευθέντας, κόπῳ δὲ ὡμιληκότας ἐν ταύτῃ πολλῷ, τροφῶν δέ, ἐπεὶ ἐν Λαζικῇ ἐγένοντο, ὡς ἥκιστα ἐς κόρον ἐλθόντας, οὕτω τε λιμῷ καὶ ἀσθενείᾳ πιεζομένους πολλῇ διεφθάρθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme