Book 8
14.31
καὶ οἱ μὲν ἐπὶ τῶν ὤμων τοὺς κριοὺς φέροντες ἄνοπλοί τε καὶ τὰ ἐς μάχην ἀπαράσκευοι, ὡς τὸ εἰκός, ἦσαν, οἱ δὲ δὴ ἄλλοι τὰ τόξα ἐντεταμένα ἐν χερσὶν ἔχοντες συσταδὸν ἐγκειμένους τοὺς πολεμίους ἀμύνεσθαι μηχανῇ οὐδεμιᾷ εἶχον.
14.32
οὕτω δὴ κόπτοντες Ῥωμαῖοι ἐπιστροφάδην αὐτοὺς διεχρῶντο. ξυνέβη δὲ τότε καὶ τῶν ἐλεφάντων ἕνα πληγέντα, ὡς ἔνιοί φασιν, ἢ ἀπὸ ταὐτομάτου ξυνταραχθέντα, περιστρέφεσθαί τε οὐδενὶ κόσμῳ καὶ ἀναχαιτίζειν, καὶ τοὺς μὲν ἐπιβάτας ῥίπτειν, τῶν δὲ δὴ ἄλλων τὴν τάξιν ἐκλύειν.
14.33
καὶ ἀπ’ αὐτοῦ οἱ μὲν βάρβαροι ἀνεπόδιζον, Ῥωμαῖοι δὲ ἀδεέστερον τοὺς ἐν ποσὶν ἀεὶ διεχρῶντο.
14.34
θαυμάσειε δ’ ἄν τις ἐνταῦθα δικαίως, εἰ Ῥωμαῖοι μέν, ἐξεπιστάμενοι καθ’ ὅ τι χρὴ ἀποκρούσασθαι τῶν πολεμίων τὴν διὰ τῶν ἐλεφάντων ἐπίθεσιν, τῶν δεόντων οὐδὲν ἔδρασαν, τοῖς παροῦσι δηλονότι ξυνταραχθέντες, ἀπὸ ταὐτομάτου δὲ τὸ τοιοῦτον σφίσι ξυνηνέχθη γενέσθαι. ὅ τι δὲ τοῦτό ἐστιν, αὐτίκα δηλώσω.
14.35
Ἡνίκα Χοσρόης τε καὶ ὁ Μήδων στρατὸς ἐτειχομάχουν ἀμφὶ τὸν Ἐδέσσης περίβολον, τῶν τις ἐλεφάντων, ἐπιβεβηκότος οἱ ὁμίλου πολλοῦ τῶν ἐν Πέρσαις μαχιμωτάτων, ἀγχοῦ τοῦ περιβόλου γενόμενος ἐπίδοξος ἦν ὅτι δὴ δι’ ὀλίγου βιασάμενος τοὺς ἀπὸ τοῦ ἐκείνῃ πύργου ἀμυνομένους ἅτε κατὰ κορυφὴν συχνὰ βαλλομένους τὴν πόλιν αἱρήσει.
14.36
ἐδόκει γάρ τις μηχανὴ τὸ τοιοῦτον ἑλέπολις εἶναι. ἀλλὰ Ῥωμαῖοι χοῖρον ἐκ τοῦ πύργου ἐπικρεμάσαντες τὸν κίνδυνον τοῦτον διέφυγον.
14.37
κραυγμὸν γάρ τινα, ὤν, ὡς τὸ εἰκός, ἠρτημένος, ὁ χοῖρος ἐνθένδε ἠφίει, ὅνπερ ὁ ἐλέφας ἀχθόμενος ἀνεχαίτιζε καὶ κατὰ βραχὺ ἀναποδίζων ὀπίσω ἐχώρει. ἐκεῖνο μὲν οὖν ταύτῃ ἐχώρησε.