Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

14.23 τῶν τις Λαζῶν τῇ προτεραίᾳ, λόγιμος μὲν ὢν ἐν τούτῳ τῷ ἔθνει, ἐν Ἀρχαιοπόλει δὲ ᾠκημένος, ἔπρασσε πρὸς Μερμερόην ἐπὶ τῇ πατρίδι προδοσίας πέρι.
14.24 ὁ δέ οἱ ἄλλο οὐδὲν ἐπήγγελλε χαρίζεσθαι Πέρσαις, πλήν γε δὴ ὅπως, ἡνίκα ἐς τειχομαχίαν καθιστῶνται, τὰ οἰκία ἐμπρήσῃ λάθρα, ἔνθα ὅ τε σῖτος καὶ τὰ λοιπὰ τῶν ἐπιτηδείων ἀπέκειτο.
14.25 ἐπέστελλε δὲ ταῦτα, δυοῖν γενήσεσθαι τὸ ἕτερον λογισάμενος· ἢ γὰρ Ῥωμαίους περὶ τὸ πῦρ τοῦτο σπουδάζοντάς τε καὶ διατριβὴν ποιουμένους ἐνδώσειν σφίσι κατ’ ἐξουσίαν ἐπιβατεύειν τοῦ περιβόλου, ἢ τειχομαχοῦντας ἀποκρούεσθαι βουλομένους Πέρσας ταῦτα δὴ τὰ οἰκία ἐν ὀλιγωρίᾳ ποιήσεσθαι·
14.26 καιομένων δὲ τῷ τρόπῳ τούτῳ τοῦ τε σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων πόνῳ σφᾶς οὐδενὶ πολιορκίᾳ ἐν χρόνῳ ὀλίγῳ Ἀρχαιόπολιν ἐξαιρήσειν.
14.27 τοιαύτῃ μὲν γνώμῃ ὁ Μερμερόης τούτῳ δὴ τῷ Λαζῷ ταῦτα ἐπέστελλεν· ὁ δέ οἱ τὴν ἐπίταξιν ὡμολόγει ἐπιτελῆ δράσειν, ἡνίκα τὴν τειχομαχίαν ἀκμάζουσαν ἴδῃ, πῦρ ὡς λαθραιότατα τοῖς δωματίοις τούτοις ἐνάψας.
14.28 αἰρομένην δὲ τὴν φλόγα ἐξαπιναίως Ῥωμαῖοι ἰδόντες ὀλίγοι μέν τινες ἐβοήθουν ἐνταῦθα, καὶ πόνῳ πολλῷ τὸ πῦρ ἔσβεσαν ἀμηγέπη λυμηνάμενον, οἱ δὲ λοιποὶ ἅπαντες, ὥσπερ ἐρρήθη, ἐπὶ τοὺς πολεμίους ἐχώρησαν.
14.29 Ἐμπεσόντες δὲ αὐτοῖς ἐκ τοῦ αἰφνιδίου καὶ τῷ ἀπροσδοκήτῳ ἐκπλήξαντες πολλοὺς ἔκτεινον, οὔτε ἀμυνομένους οὔτε χεῖρας αὐτοῖς ἀνταίρειν τολμῶντας.
14.30 Πέρσαι γὰρ ὀλίγους κομιδῆ τοὺς πολεμίους ὄντας ἐπεξιέναι σφίσιν ἐν ἐλπίδι οὐδεμιᾷ ἔχοντες ἀλλήλων διεστηκότες ὡς ἐς τειχομαχίαν ἐτετάχατο ξὺν ἀκοσμίᾳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme