Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

14.2 πύλαι δὲ αὐτῇ αἱ μὲν κάτω εἰσί, φέρουσαι παρὰ τοῦ λόφου τὴν ὑπώρειαν, οὐκ ἀπρόσοδοι μέντοι, ἀλλ’ ὅσον ἄνοδον ἐκ τοῦ πεδίου τινὰ ἐς αὐτὰς οὐχ ὁμαλῆ εἶναι· αἱ δὲ ἄνω ἐς τὸ κρημνῶδες ἐξάγουσαι δυσπρόσοδοι ἐσάγαν εἰσί· χῶροι γὰρ λοχμώδεις πρὸ τούτων τῶν πυλῶν εἰσίν, ἐπὶ πλεῖστον διήκοντες.
14.3 ἐπεί τε ὕδατος ἄλλου τοῖς τῇδε ᾠκημένοις οὐδαμῆ μέτεστι, τείχη δύο ἐνθένδε οἱ τὴν πόλιν δειμάμενοι ἄχρι ἐς τὸν ποταμὸν ἐτεκτήναντο, ὅπως ἂν σφίσιν ἐν τῷ ἀσφαλεῖ τὸ τοῦ ποταμοῦ ὕδωρ ἀρύεσθαι δυνατὰ εἴη. Μερμερόης οὖν παντὶ σθένει τειχομαχεῖν ἐνταῦθα σπουδάζων τε καὶ διατεινόμενος ἐποίει τάδε.
14.4 πρῶτα μὲν τοῖς Σαβείροις ἐπήγγειλε κριοὺς παμπληθεῖς ἐργάζεσθαι, οἵους ἂν φέρειν ἄνθρωποι ἐπὶ τῶν ὤμων δυνατοὶ εἶεν, ἐπεὶ μηχανὰς μὲν τὰς συνειθισμένας τρόπῳ οὐδενὶ ἐς Ἀρχαιοπόλεως τὸν περίβολον ἐπάγεσθαι εἶχε, κατὰ τὸν τοῦ ὄρους πρόποδα κείμενον, ἠκηκόει δὲ ὅσα τοῖς Ῥωμαίων ἐνσπόνδοις Σαβείροις ἀμφὶ τὸ Πέτρας τεῖχος ἐργασθείη οὐ πολλῷ ἔμπροσθεν, καὶ τοῖς ἐπινενοημένοις ἑπόμενος τὴν ἐκ τῆς πείρας ὠφέλειαν μετῄει. οἱ δὲ τὰ ἐπαγγελλόμενα ἐποίουν.
14.5 κριούς τε αὐτίκα συχνοὺς ἐτεκτήναντο, ᾗπέρ μοι ἔναγχος Ῥωμαίοις εἰργάσθαι Σαβείρους ἐρρήθη. ἔπειτα δὲ τοὺς μὲν Δολομίτας καλουμένους κατὰ τῆς πόλεως τὰ κρημνώδη στέλλει ἐνοχλεῖν ἐπιστείλας τοὺς ταύτῃ πολεμίους δυνάμει τῇ πάσῃ.
14.6 οἱ δὲ Δολομῖται οὗτοι βάρβαροι μέν εἰσιν, ᾠκημένοι ἐν Πέρσαις μέσοις, οὐ μὴν κατήκοοι γεγόνασι βασιλέως τοῦ Περσῶν πώποτε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme