Book 8
13.8
Ὁ δὲ Ῥωμαίων στρατὸς δισχίλιοι μὲν καὶ μύριοι ἦσαν, οὐ μὴν ἀγηγερμένοι ἐς ταὐτὸ ἅπαντες, ἀλλ’ ἐν μὲν τῷ ἐν Ἀρχαιοπόλει φυλακτηρίῳ τρισχίλιοι ἦσαν, ὧν Ὀδόναχός τε καὶ Βάβας ἦρχον, ἄμφω ἀγαθοὶ τὰ πολέμια·
13.9
οἱ δὲ δὴ ἄλλοι ἐντὸς τῶν ἐκβολῶν ποταμοῦ Φάσιδος ἐνστρατοπεδευσάμενοι ἔμενον, ἐκεῖνο διανοούμενοι, ὥστε ἤν πη ἐπισκήψῃ ὁ τῶν πολεμίων στρατός, αὐτοὶ ἐνθένδε ἐξανιστάμενοι βοηθοῖεν δυνάμει τῇ πάσῃ.
13.10
ἦρχον δὲ αὐτῶν Βενῖλός τε καὶ Οὐλίγαγος· ξυνῆν δὲ αὐτοῖς καὶ Οὐαράζης ὁ Περσαρμένιος, ἄρτι ἐξ Ἰταλίας ἥκων, ᾧ δὴ Τζάνοι ὀκτακόσιοι εἵποντο.
13.11
Βέσσας γάρ, ἐπειδὴ τάχιστα τὴν Πέτραν εἷλε, πονεῖν μὲν ἔτι οὐδαμῆ ἤθελεν, ἐς δὲ Ποντικοὺς καὶ Ἀρμενίους ἀποχωρήσας ἐπεμελεῖτο ὡς ἔνι μάλιστα τῶν ἀπὸ τῆς ἀρχῆς αὐτοῦ πόρων, ταύτῃ τε τῇ σμικρολογία τὰ Ῥωμαίων αὖθις πράγματα ἔσφηλεν.
13.12
εἰ γὰρ εὐθὺς τότε νενικηκώς, ᾗπέρ μοι εἴρηται, καὶ τὴν Πέτραν ἑλὼν ἐς τὰ Λαζῶν τε καὶ Ἰβήρων ὅρια ἦλθε καὶ τὰς ἐκείνῃ δυσχωρίας ἐφράξατο, οὐκ ἄν, μοι δοκεῖ, ἔτι Περσῶν στράτευμα ἐς Λαζικὴν ᾔει.
13.13
νῦν δὲ ὁ στρατηγὸς οὗτος τοῦ πόνου τούτου ὀλιγωρήσας μόνον οὐχὶ τοῖς πολεμίοις Λαζικὴν αὐτοχειρὶ παραδέδωκε, τῆς ἐκ βασιλέως ὀργῆς ὀλίγα φροντίσας.
13.14
εἰώθει γὰρ Ἰουστινιανὸς βασιλεὺς ἐπιχωρεῖν τὰ πολλὰ τοῖς ἄρχουσιν ἁμαρτάνουσι, καὶ ἀπ’ αὐτοῦ ἔς τε τὴν δίαιταν καὶ τὴν πολιτείαν ἐκ τοῦ ἐπὶ πλεῖστον παρανομοῦντες ἡλίσκοντο.
13.15
Ἦν δὲ Λαζῶν φρούρια δύο πρὸς αὐτοῖς μάλιστα τοῖς Ἰβηρίας ὁρίοις, Σκάνδα τε καὶ Σαραπανίς. ἅπερ ἐν δυσχωρίαις κείμενα χαλεπαῖς τισὶ καὶ ὅλως δυσκόλοις δυσπρόσοδα ὑπερφυῶς ὄντα ἐτύγχανε.