Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

12.23 ὧνπερ οὐ ξυνέντες κατ’ ἀρχὰς τῆς πολιορκίας Ῥωμαῖοι τοῦτον δὴ τὸν διαφανῆ ὀχετὸν διελόντες, ἐπίπροσθέν τε οὐκ ἐπεξαγαγόντες τὸν ἐπὶ διώρυχι πόνον, ἀλλὰ τοῦ ἔργου πρὸ τῆς ἐνθένδε ἀπωλείας ἀποπαυσάμενοι, ᾤοντο ἐνδεῖν τοῖς πολιορκουμένοις τὸ ὕδωρ, σφαλλούσης αὐτοῖς τὴν διάνοιαν τῆς παρὰ τὸ πονεῖσθαι ὀλιγωρίας.
12.24 τῆς δὲ προσεδρείας μηκυνομένης, τῶν τινὰς πολεμίων λαβόντες Ῥωμαῖοι ἔμαθον ἐκ τοῦ ὀχετοῦ τοὺς πολιορκουμένους ὑδρεύεσθαι.
12.25 κατορύξαντες τοίνυν τὸν χῶρον εὑρίσκουσι τὸν δεύτερον ὀχετὸν ἐνταῦθά πη ὄντα, καὶ τοῦτον διελόντες αὐτίκα ᾤοντο ταύτῃ πᾶσαν κατειργάσθαι τῶν πολεμίων τὴν δύναμιν, οὐδὲ τοῖς δευτέροις ἐν τῇ ἀπ’ αὐτῶν διδασκαλίᾳ παιδευθέντες τὰ πρότερα.
12.26 ἐπεὶ δὲ καὶ τὴν πόλιν ἑλόντες ἐπίρρεον, ὥσπερ μοι ἐρρήθη, ἐκ τοῦ ὀχετοῦ τὸ ὕδωρ εἶδον, ἐθαύμαζόν τε καὶ ἀπορίᾳ πολλῇ εἴχοντο.
12.27 τὸ δὲ γεγονὸς παρὰ τῶν αἰχμαλώτων ἀκούσαντες, τῆς τε τῶν πολεμίων ἐς τὰ ἔργα ἐπιμελείας καὶ τῆς σφετέρας παρὰ τοὺς πόνους ὀλιγωρίας ὀπίσω τῶν πραγμάτων ᾐσθάνοντο.
12.28 Τοὺς μὲν οὑν αἰχμαλώτους ἅπαντας ὁ Βέσσας εὐθὺς βασιλεῖ ἔπεμψε, τὸν δὲ Πέτρας περίβολον ἐς ἔδαφος καθεῖλεν, ὡς μὴ πράγματα οἱ πολέμιοι σφίσιν αὖθις παρέχωνται.
12.29 καὶ αὐτὸν βασιλεὺς ἀποδεδειγμένης τῆς ἀρετῆς ἐπῄνεσεν ἐς τὰ μάλιστα καὶ τῆς εὐβουλίας, ὅτι δὴ ὅλον καθεῖλε τὸ τεῖχος.
12.30 γέγονεν οὖν ὁ Βέσσας αὖθις οἷς τε εὐημέρησεν οἷς τε ἀρετῆς πεποίηται δήλωσιν ἀπόβλεπτος ἐς πάντας ἀνθρώπους.
12.31 ἡνίκα μὲν γὰρ ἐπὶ τῷ Ῥώμης φυλακτηρίῳ ἐτέτακτο, ἐλπίδα Ῥωμαῖοι πολλὴν ἐπ’ αὐτῷ εἶχον ἅτε ἀνδρειοτάτῳ διαγεγονότι τὰ πρότερα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme