Book 8
12.10
μὴ τοίνυν ὑμᾶς αὐτοὺς διαχρήσησθε, παρὸν σώζεσθαι. οὐ γὰρ εὐτυχὲς ἐμφιλοχωρεῖν τοῖς δεινοῖς ἐπ’ οὐδεμιᾷ τὸ παράπαν ὀνήσει, ἐπεὶ οὐκ ἀνδραγαθίζεσθαι, ἀλλὰ θανατᾶν τοῦτό γε.
12.11
γενναῖος δὲ ὃς ἂν ἐγκαρτερῇ τὰ δεινότατα, ἡνίκα τι προσδοκᾷ ἀπ’ αὐτοῦ χρήσιμον. οὐ γὰρ ἐπαινοῦσι τὴν ἑκούσιον τελευτὴν ἄνθρωποι, ἔνθα δή τις ἐπίκειται κρείσσων τῷ κατ’ αὐτὴν κινδύνῳ ἐλπίς, ἀλλὰ βίου μὲν καταστροφὴ ἄχρηστος ἄνοια προπετής, τὸ δὲ εἰς θάνατον ἀνόητον θράσος τοῦ δραστηρίου πρόσχημα οὐκ εὐπρεπὲς τοῖς γε σώφροσιν εἶναι δοκεῖ.
12.12
καίτοι καὶ τοῦτο ἐκλογίζεσθαι χρή, μή τι δόξητε καὶ εἰς τὸ θεῖον ἀγνωμονεῖν. εἰ γὰρ ἀπολεῖν ἐβούλετο, ὦ ἄνδρες, ὑμᾶς, οὐκ ἄν, οἶμαι, παραδεδώκει τοῖς διασώζειν ἐφιεμένοις.
12.13
τὰ μὲν οὖν παρ’ ἡμῶν τοιαῦτά ἐστι, βουλεύσεσθε δὲ ὑμεῖς δηλονότι ὦνπερ ἀξίοις ὑμῖν ξυμβαίνει εἶναι.”
12.14
Ἡ μὲν παραίνεσις ταύτῃ πη εἶχε. Πέρσαι δὲ τοὺς λόγους οὐδὲ ὅσον ἀκοῇ δέχεσθαι ἤθελον, ἀλλ’ ἐθελοκωφοῦντες ὅτι δὴ οὐκ ἐπαΐοιεν προσεποιοῦντο.
12.15
καὶ τότε, τοῦ στρατηγοῦ ἐγκελευσαμένου, Ῥωμαῖοι πῦρ τῇ ἀκροπόλει ἐμβέβληνται, τῷ τρόπῳ τούτῳ ἐνδώσειν τὰ σώματα σφίσι τοὺς πολεμίους οἰόμενοι.
12.16
τῆς δὲ φλογὸς ἐπὶ μέγα χωρούσης οἱ βάρβαροι, τοῦ πάθους αὐτοῖς ἐν ὀφθαλμοῖς ὄντος, ἐξεπιστάμενοι ὅτι δὴ σφίσιν αὐτίκα δὴ μάλα τετεφρῶσθαι ξυμβήσεται, ἐλπίδα οὐδεμίαν ἔχοντες, οὐδὲ εἰδότες καθ’ ὅ τι σωθήσονται ἀμυνόμενοι, οὐδ’ ὣς ὑποχείριοι τοῖς πολεμίοις γενέσθαι ἤθελον, ἀλλὰ ξὺν τῇ ἀκροπόλει εὐθὺς ἅπαντες, θαυμάζοντος τὰ ποιούμενα τοῦ Ῥωμαίων στρατοῦ, καταφλεγόμενοι διεφθάρησαν.