Book 8
12.4
Καὶ ὃς ἀγχοτάτω γενόμενος ἔλεξε τοιάδε· “Τί πεπονθότες ἐφ’ ὑμῖν αὐτοῖς, ὦ βέλτιστοι Πέρσαι, τὸν ὄλεθρον διατείνεσθε τοῦτον, ἐπιτηδεύοντες τὰ θανάσιμα σπουδῇ ἀλογίστῳ καὶ τῆς ἀρετῆς τὰ ἐπιτηδεύματα διαφανῶς ἀτιμάζοντες; οὐ γάρ ἐστιν ἀνδρεῖον τὸ τοῖς ἀμηχάνοις ἀντιστατεῖν, οὐδὲ ξυνετὸν τὸ μὴ βούλεσθαι τοῖς κεκρατηκόσιν ὑπείκειν· οὐδὲ μὴν ἄδοξον̔τὸ τύχῃ τῇ παρούσῃ
12.5
ἑπομένους βιῶναι.ʼ ἀνάγκη γὰρ οὐδὲ ἀγαθῆς τινὸς ἐλπίδος τυχοῦσα τὴν ἀτιμίαν ἐκφεύγει δικαίως, ἢν καὶ τῶν ἔργων περιβάλληται τὰ αἰσχρότατα· κακῷ γὰρ τῷ ἀμηχάνῳ τὸ σύγγνωμον ἕπεσθαι πέφυκε.
12.6
μὴ τοίνυν τὴν ἀπόνοιαν ἐν προὔπτῳ ζηλοῦτε κινδύνῳ, μηδὲ τῆς σωτηρίας τὴν ἀλαζονείαν ἀλλάξασθε, ἀλλ’ ἐνθυμεῖσθε ὡς ἀναβιώσεσθαι μὲν τοὺς τετελευτηκότας ἀδύνατον, οἱ δὲ περιόντες καὶ χρόνῳ διαχρήσονται σφᾶς αὐτοὺς ὕστερον, ἤν γε τοῦτο κρεῖσσον εἶναι δοκῇ.
12.7
βουλεύσασθε οὖν τὴν ὑστάτην βουλὴν καὶ περισκοπεῖσθε τὰ ξύμφορα, ἐκεῖνο εἰδότες, ὡς ταῦτα ἂν τῶν βουλευμάτων τὰ βέλτιστα εἴη ἐν οἷς τὸ μεταμέλειν τοῖς βουλευσαμένοις ἐν ἐξουσίᾳ ἔσται.
12.8
ὡς ἡμεῖς γε ὑμᾶς καὶ ζυγομαχοῦντας οἰκτείρομεν καὶ θανατώντων φειδόμεθα καὶ πρὸς τὸν βίον ἐνδιαθρυπτομένους τε καὶ βλακεύοντας ἐλεεῖν ἀξιοῦμεν, ᾗ Ῥωμαίοις Χριστιανοῖς νόμος.
12.9
ἄλλο τε ὑμῖν περιέσται οὐδέν, πλήν γε δὴ ὅτι τὴν πολιτείαν ἐπὶ τὰ βελτίω μεταβαλόντες Ἰουστινιανὸν ἀντὶ Χοσρόου κύριον ἕξετε· ὑπὲρ γὰρ τούτων ὑμῖν καὶ τὰ πιστὰ δώσειν ὁμολογοῦμεν.