Book 8
11.51
ἐπειδὴ δὲ ὁ Βέσσας ἐν τῷ ἀσφαλεῖ ἐγεγόνει, ἐξανίστατό τε καὶ παρακελευσάμενος ἐπὶ τὸ τεῖχος ᾔει, τῆς τε κλίμακος ἐπιβατεύσας αὖθις ἐπὶ τὴν ἀνάβασιν ὥρμητο.
11.52
ἐπισπόμενοι δὲ Ῥωμαῖοι πάντες ἔργα ἐς τοὺς πολεμίους ἐπεδείκνυντο ἀρετῆς ἄξια. περίφοβοί τε γενόμενοι Πέρσαι καιρὸν σφίσι τινὰ τοὺς ἐναντίους διδόναι ᾔτουν, ὅπως συσκευασάμενοι ἀπαλλάσσωνται τὴν πόλιν ἐνδόντες.
11.53
Βέσσας δὲ δολώσεις αὐτοὺς ἐπιτεχνάσασθαι ὑποτοπάζων, ὅπως μεταξὺ κρατύνωνται τὸ τοῦ περιβόλου ὀχύρωμα, τὴν μὲν ξυμβολὴν καταπαύειν ἔφη οὐχ οἷός τε εἶναι, τοὺς δὲ ἀμφὶ τῇ ὁμολογίᾳ βουλομένους αὐτῷ ξυγγενέσθαι, τῶν στρατοπέδων μαχομένων, οὐδέν τι ἧσσον εἰς ἑτέραν τινὰ ξὺν αὐτῷ ἰέναι τοῦ τείχους μοῖραν, δείξας τι χωρίον αὐτοῖς.
11.54
Τῶν δὲ οὐκ ἐνδεχομένων τὸν λόγον γίνεται μὲν αὖθις καρτερά τις μάχη καὶ ὠθισμὸς πολύς, ἔτι δὲ ἀγχωμάλου τῆς ξυμβολῆς οὔσης ξυνηνέχθη τὸ τεῖχος ἑτέρωθι, οὗπερ διορύξαντες Ῥωμαῖοι πρότερον ἔτυχον, ἐξαπιναίως καταπεσεῖν. ἐνταῦθα οὖν πολλοὶ ἐξ ἀμφοτέρων ξυνέρρεον.
11.55
καὶ Ῥωμαῖοι μὲν πλήθει τοὺς πολεμίους παρὰ πολὺ ὑπεραίροντες, καίπερ δίχα διῃρημένοι, πολλῷ ἔτι μᾶλλον βάλλοντές τε καὶ ὠθοῦντες καρτερώτατα τοῖς ἐναντίοις ἐνέκειντο.
11.56
Πέρσαι δὲ οὐκέτι ὁμοίως ἀντεῖχον, ἑκατέρωθι βιαζόμενοι, ἀλλὰ διαιρεθεῖσα ἡ ὀλιγανθρωπία ἐς ἄμφω τὰ μέρη διαφανὴς ἦν.