Book 8
11.45
καὶ τότε δὴ κραυγῆς ἐξαισίας πρὸς ἀμφοτέρων γεγενημένης οἱ μὲν βάρβαροι πανταχόθεν ξυρρέοντες ἐπ’ αὐτὸν ἔβαλον, οἱ δὲ δορυφόροι ξυνέστησάν τε σπουδῇ ἀμφ’ αὐτὸν καὶ κράνη μὲν ἐν ταῖς κεφαλαῖς ἔχοντες, θώρακας δὲ ἀμπεχόμενοι πάντες, ἔτι μέντοι καθύπερθεν ταῖς ἀσπίσι φραξάμενοι καὶ ἐν χρῷ ξυνιόντες ἀλλήλοις, ὀροφῆς αὐτῷ σχῆμα ἐποίουν καὶ τόν τε στρατηγὸν ὡς ἀσφαλέστατα ἔκρυψαν καὶ τὰ βαλλόμενα παντὶ σθένει ἀπεκρούοντο.
11.46
καὶ πάταγος μὲν τῶν ἀεὶ πεμπομένων κἀν ταῖς ἀσπίσιν τε καὶ τοῖς ἄλλοις ὅπλοις ἀποκαυλιζομένων πολὺς ἐγεγόνει, κραυγῇ δὲ καὶ ἄσθματι καὶ ταλαιπωρίᾳ ἕκαστος εἴχετο.
11.47
Ῥωμαῖοί τε ἅπαντες τῷ στρατηγῷ ἀμύνειν ἐν σπουδῇ ἔχοντες ἔβαλλον ἐς τὸ τεῖχος, οὐδένα ἀνιέντες καιρόν, καὶ ταύτῃ τοὺς πολεμίους ἀνέστελλον.
11.48
Τότε δὴ ὁ Βέσσας ʽοὐδὲ γὰρ ἐξανίστασθαι εἶχε, τῆς ὁπλίσεως ἀντιστατούσης, ἄλλως τε καὶ τοῦ σώματός οἱ οὐκ εὐσταλοῦς ὄντος, ἦν γὰρ οὗτος ἀνὴρ εὔσαρκός τε καί, ὅπερ ἐρρήθη, ἐσχατογέρων’ οὐκ ἐς ἀμηχανίαν ἐξέπεσε, καίπερ ἐς τοσοῦτον κινδύνου ἥκων, ἀλλὰ βουλεύεταί τι ἐκ τοῦ αἰφνιδίου ᾧπερ αὑτόν τε καὶ τὰ Ῥωμαίων πράγματα διασώσασθαι ἔσχε.
11.49
τοῖς γὰρ δορυφόροις ἐπέστελλε σύρειν τε αὐτὸν ἐκ ποδὸς καὶ ὡς ἀπωτάτω τοῦ τείχους ἐφέλκειν.
11.50
οἱ δὲ κατὰ ταῦτα ἐποίουν. καὶ αὐτὸν οἱ μὲν ἔσυρον, οἱ δὲ ξὺν αὐτῷ ὑπεχώρουν, τὰς μὲν ἀσπίδας ὕπερθεν ἐπ’ ἀλλήλους ἔχοντες, τοσαύτην δὲ ποιούμενοι βάδισιν ὅσον ἐκεῖνος ἐσύρετο, ὡς μὴ ἀπαρακάλυπτος γεγονὼς πρὸς τῶν πολεμίων βληθείη.