Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

10.3 καὶ ἐπεὶ ἄγχιστα τοῦ φρουρίου ἐγένοντο, προτερήσας αὐτὸς ξὺν τοῖς ἑπομένοις οἱ Λαζοῖς ἐντὸς τοῦ περιβόλου ἐγένετο, ἐπεὶ οἱ τὸ φυλακτήριον ταύτῃ ἔχοντες ἀπιστεῖν τῷ Λαζῶν ἄρχοντι οὐδαμῆ εἶχον, οὐδεμιᾷ ἐς αὐτὸν ὑποψίᾳ ἐχόμενοι. οὕτω τε ἀφικόμενον τὸ Περσῶν στράτευμα τῷ φρουρίῳ ὁ Τερδέτης ἐδέξατο.
10.4 καὶ ἀπ’ αὐτοῦ Μῆδοι οὐ Λαζικὴν μόνον, ἀλλὰ καὶ Ἀψιλίαν ἔχεσθαι τότε πρὸς αὐτῶν ᾤοντο. οὔτε δὲ Ῥωμαῖοι οὔτε Λαζοὶ ἀσχολίᾳ τῇ ἀμφὶ Πέτρᾳ τε καὶ τῷ Μήδων στρατῷ πιεζόμενοι Ἀψιλίοις ἐπαμύνειν ἔσχον.
10.5 Ἦν δέ τις γυνὴ τῷ ἄρχοντι τοῦ ἐνταῦθα φυλακτηρίου, Ἀψιλία γένος, τὴν ὄψιν εὐπρεπὴς μάλιστα. ταύτης δὴ τῆς γυναικὸς ἐκτόπως ἐρασθεὶς ἐξαπιναίως ὁ τοῦ Περσῶν στρατεύματος ἄρχων τὰ μὲν πρῶτα πειρᾶν ἤρξατο, ἔπειτα δέ, ἐπεί οἱ πρὸς τῆς γυναικὸς οὐδὲν προὐχώρει, βιάζεσθαι μελλήσει αὐτὴν οὐδεμιᾷ ἐνεχείρησεν.
10.6 οἷς δὴ ὀξυθυμωθεὶς ὁ τῆς γυναικὸς ἀνήρ, αὐτόν τε νύκτωρ καὶ τοὺς ξὺν αὐτῷ ἐς τὸ φρούριον εἰσεληλυθότας ἅπαντας ἔκτεινε, παρανάλωμα τῆς τοῦ ἄρχοντος ἐπιθυμίας γεγενημένους, καὶ τὸ φρούριον ἔσχεν αὐτός. Ἀψίλιοί τε Κόλχων διὰ τοῦτο ἀπέστησαν, ἐπικαλοῦντες ὅτι δὴ σφᾶς πρὸς Περσῶν κακουμένους προσποιεῖσθαι οὐδαμῆ ἤθελον.
10.7 ἀλλὰ Γουβάζης Ῥωμαίων χιλίους καὶ Ἰωάννην τὸν Θωμᾶ υἱόν, οὗπερ ἔναγχος ἐπεμνήσθην, ἐπ’ αὐτοὺς ἔπεμψεν· ὅσπερ αὐτοὺς πολλὰ τιθασσεύων ἐπαγαγέσθαι ἀμαχητὶ ἔσχε καὶ Λαζῶν κατηκόους κατεστήσατο αὖθις. τὰ μὲν οὖν ἀμφί τε Ἀψιλίοις καὶ Τζιβιλῇ τῷ φρουρίῳ τῇδε ἐχώρησεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme