Book 8
9.28
τῶν γὰρ οἰκιῶν συχνῶν τε οὐσῶν καὶ οὐ λίαν διεχουσῶν ἀλλήλων, ἀλλὰ καὶ τρόπον τείχους πανταχόθεν συμπεφραγμένων, Ἀβασγοὶ ἐς αὐτὰς ἀναβάντες καὶ σθένει παντὶ ἀμυνόμενοι, τοὺς πολεμίους κατὰ κορυφὴν ἔβαλλον, πόνῳ καὶ φόβῳ καὶ τῷ ἐς παῖδάς τε καὶ γυναῖκας ἐλέῳ καὶ τῇ ἐνθένδε ἀπορίᾳ ἐχόμενοι, ἕως Ῥωμαίοις ἐμπρῆσαι τὰς οἰκίας ἐς ἔννοιαν ἦλθε.
9.29
πῦρ τοίνυν αὐταῖς πανταχόθεν ἀνάψαντες τοῦ ἀγῶνος παντάπασι τούτου ἐκράτησαν. Ὀψίτης μὲν οὖν, ὁ τῶν Ἀβασγῶν ἄρχων, ξὺν ὀλίγοις τισὶ φυγεῖν ἴσχυσεν, ἔς τε Οὔννους τοὺς πλησιοχώρους καὶ ὄρος τὸ Καυκάσιον ἀνεχώρησε.
9.30
τοῖς δὲ δὴ ἄλλοις ἢ ξὺν ταῖς οἰκίαις ἐξηνθρακωμένοις τετεφρῶσθαι ξυνέβη, ἢ ὑπὸ ταῖς τῶν πολεμίων γεγονέναι χερσίν. ἐζώγρησαν δὲ Ῥωμαῖοι καὶ τὰς τῶν ἀρχόντων γυναῖκας ξὺν γόνῳ παντί, τοῦ τε φρουρίου τὸν περίβολον ἐς ἔδαφος καθεῖλον καὶ τὴν χώραν ἔρημον κατεστήσαντο ἐκ τοῦ ἐπὶ πλεῖστον. Ἀβασγοῖς μὲν οὖν τὰ τῆς ἀποστάσεως ἐς τοῦτο ἐτελεύτα· ἐν δὲ Ἀψιλίοις ἐγένετο τάδε.
10.1
Ἀψίλιοι μὲν ἐκ παλαιοῦ κατήκοοι Λαζῶν τυγχάνουσιν ὄντες. ἔστι δέ τι φρούριον ἐν ταύτῃ τῇ χώρᾳ ἐχυρὸν μάλιστα· Τζιβιλὴν αὐτὸ καλοῦσιν οἱ ἐπιχώριοι.
10.2
τῶν δέ τις ἐν Λαζοῖς λογίμων, Τερδέτης ὄνομα, ὅσπερ εἶχε τὴν τοῦ καλουμένου μαγίστρου ἀρχὴν ἐν τούτῳ τῷ ἔθνει, Γουβάζῃ τῷ τῶν Λαζῶν βασιλεῖ προσκεκρουκώς τε καὶ χαλεπῶς ἔχων, Πέρσαις ὡμολόγησε λάθρα τοῦτο δὴ ἐνδώσειν τὸ φρούριον, στράτευμά τε Περσῶν ἐπαγόμενος ἐπὶ ταύτῃ τῇ πράξει ἐς Ἀψιλίαν ᾔει.