Book 8
9.15
Ἔστι δὲ χῶρος μετὰ τοὺς Ἀψιλίας ὅρους ἐν τῇ ἐς τὴν Ἀβασγίαν εἰσόδῳ τοιόσδε· ὄρος ὑψηλὸν ἐκ τῶν Καυκασίων ἀρχόμενον καὶ κατὰ βραχὺ ἐλασσούμενόν τε καὶ ὑπολῆγον ὥσπερ τις κλῖμαξ κατατείνει καὶ τελευτᾷ ἐς τὸν Εὔξεινον Πόντον.
9.16
καὶ φρούριον μὲν ἐχυρώτατόν τε καὶ μεγέθους πέρι ἀξιολογώτατον ἐκ παλαιοῦ Ἀβασγοὶ ἐν τῇ ὑπωρείᾳ τοῦ ὄρους τούτου ἐδείμαντο.
9.17
οὗ δὴ καταφεύγοντες ἐκκρούουσιν ἀεὶ τὰς τῶν πολεμίων ἐφόδους, οὐδαμῆ ἐχόντων τὴν δυσχωρίαν βιάζεσθαι. μία δὲ εἴσοδος εἰσάγουσά ἐστιν ἔς τε τὸ φρούριον τοῦτο καὶ ἐς τὴν ἄλλην Ἀβασγῶν χώραν, ἥπερ ἀνδράσι σύνδυο ἐρχομένοις ἀπόρευτος τυγχάνει οὖσα.
9.18
μηχανὴ γὰρ οὐδεμία ἐστὶν ὅτι μὴ κατ’ ἄνδρα καὶ μόλις πεζεύοντα ἐνθένδε ἰέναι. τῆς τε ἀτραποῦ ταύτης ὑπέρκειται φάραγξ ἐσάγαν σκληρὰ ἐκ τοῦ φρουρίου διήκουσα μέχρι ἐς τὴν θάλασσαν.
9.19
φέρεται δὲ καὶ προσηγορίαν τῆς φάραγγος ἀξίαν ὁ χῶρος, ἐπεὶ αὐτὸν ἑλληνίζοντες οἱ τῇδε ἄνθρωποι τὰ Τραχέα καλοῦσιν.
9.20
Ὁ μὲν οὖν Ῥωμαίων στόλος μεταξὺ ὁρίων τῶν τε Ἀβασγῶν καὶ Ἀψιλίων κατέπλευσεν, Ἰωάννης δὲ καὶ Οὐλίγαγος ἐς τὴν γῆν τοὺς στρατιώτας ἀποβιβάσαντες πεζῇ ἐχώρουν, οἵ τε ναῦται ταῖς ἀκάτοις ἁπάσαις παρὰ τὴν ἠϊόνα τῷ στρατῷ εἵποντο.
9.21
ἐπειδὴ δὲ τῶν Τραχέων ὡς ἀγχοτάτω ἐγένοντο, ἐξωπλισπένους τε ὁρῶσιν Ἀβασγοὺς ἅπαντας καὶ τῆς ἀτραποῦ ὕπερθεν ἧς ἄρτι ἐμνήσθην κατὰ τὴν φάραγγα ὅλην ἐν τάξει ἑστῶτας, ἀμηχανίᾳ τε πολλῇ εἴχοντο θέσθαι τὰ σφίσι παρόντα οὐδαμῆ ἔχοντες, ἕως ἐν αὑτῷ πολλὰ λογισάμενος Ἰωάννης ἄκεσίν τινα τοῦ κακοῦ εὗρε.