Book 8
1.12
ἅπερ μοι διαμετρήσασθαι ἀναγκαιότατον ἔδοξεν εἶναι, οὐ τὰ μυθώδη περὶ αὐτῶν ἀπαγγέλλοντι ἢ ἄλλως ἀρχαῖα, οὐδὲ ὅπη ποτὲ Πόντου τοῦ Εὐξείνου δεθῆναι τὸν Προμηθέα ποιηταὶ λέγουσι·
1.13
μύθου γὰρ ἱστορίαν παρὰ πολὺ κεχωρίσθαι οἶμαι· ἀλλ’ ἐς τὸ ἀκριβὲς διεξιόντι τά τε ὀνόματα καὶ τὰ πράγματα, ὅσα δὴ τανῦν ἐπιχωριάζει τῶν τόπων ἐκείνων ἑκάστῳ.
2.1
Οὗτος τοίνυν ὁ Πόντος ἄρχεται μὲν ἐκ Βυζαντίου καὶ Καλχηδόνος, τελευτᾷ δὲ ἐς Κόλχων τὴν γῆν.
2.2
καὶ αὐτὸν ἐν δεξιᾷ ἐσπλέοντι Βιθυνοί τε καὶ οἱ αὐτῶν ἐχόμενοι Ὁνωριάται καὶ Παφλαγόνες ᾤκηνται, οἳ δὴ ἄλλα τε χωρία καὶ Ἡράκλειάν τε καὶ Ἄμαστριν ἐπιθαλασσίας πόλεις ἔχουσι, καὶ μετ’ αὐτοὺς οἱ Ποντικοὶ ἐπικαλούμενοι μέχρι ἐς Τραπεζοῦντα πόλιν καὶ τὰ ταύτης ὅρια. ἐνταῦθα πολίσματά τε ἄλλα ἐπιθαλασσίδια καὶ Σινώπη τε καὶ Ἀμισὸς οἰκεῖται, Ἀμισοῦ δὲ ἄγχιστα τό τε Θεμίσκουρον καλούμενον καὶ Θερμώδων ποταμός ἐστιν, οὗ δὴ τὸ τῶν Ἀμαζόνων στρατόπεδον γεγενῆσθαί φασιν. ἀλλὰ περὶ μὲν Ἀμαζόνων γεγράψεταί μοι οὐ πολλῷ ὄπισθεν.
2.3
Τραπεζουντίων δὲ τὰ ὅρια διήκει ἔς τε κώμην Σουσούρμενα καὶ τὸ Ῥιζαῖον καλούμενον χωρίον, ὅπερ Τραπεζουντίων διέχει δυοῖν ἡμέραιν ὁδὸν διὰ τῆς παραλίας ἐς Λαζικὴν ἰόντι.
2.4
Τραπεζοῦντος δέ μοι ἐπιμνησθέντι οὐ παριτέον τὸ πλείστῳ παραλόγῳ τῇδε ξυμβαῖνον. τὸ γὰρ μέλι ἐν ἅπασι τοῖς περὶ Τραπεζοῦντα χωρίοις πικρὸν γίνεται, ἐνταῦθα μόνον στασιαζομένης τῆς ἀμφ’ αὐτὸ δόξης.
2.5
τούτων δὲ δὴ τῶν χωρίων ἐν δεξιᾷ τὰ Τζανικῆς ὄρη πάντα ἀνέχει, ἐπέκεινά τε αὐτῶν Ἀρμένιοι Ῥωμαίων κατήκοοι ᾤκηνται.