Book 8
6.20
ἀλλὰ καὶ ὁ Σταγειρίτης Ἀριστοτέλης, σοφὸς ἀνὴρ ἐν τοῖς μάλιστα, ἐν Χαλκίδι τῇ τῆς Εὐβοίας τούτου δὴ ἕνεκα γεγονώς, κατανοῶν τε τὸν ταύτῃ πορθμόν, ὅνπερ Εὔριπον ὀνομάζουσι, καὶ λόγον τὸν φυσικὸν ἐς τὸ ἀκριβὲς διερευνᾶσθαι βουλόμενος, ὅπως δὴ καὶ ὅντινα τρόπον ἐνίοτε μὲν τὰ τοῦ πορθμοῦ τούτου ῥεύματα ἐκ δυσμῶν φέρεται, ἐνίοτε δὲ ἐξ ἡλίου ἀνατολῶν, καὶ κατὰ ταῦτα πλεῖν τὰ πλοῖα ξύμπαντα ἐνταῦθα ξυμβαίνει. ἢν δέ ποτε τοῦ ῥοῦ ἐξ ἀνίσχοντος ἡλίου ἰόντος, ἀρξαμένων τε τῶν ναυτῶν ἐνθένδε ξὺν τῇ τοῦ ῥοθίου ἐπιρροῇ ναυτίλλεσθαι, ᾗπερ εἰώθει, ἀπ’ ἐναντίας αὐτοῦ τὸ ῥεῦμα ἴῃ, ὅπερ πολλάκις ἐνταῦθα φιλεῖ γίνεσθαι, ἀναστρέφει μὲν τὰ πλοῖα ταῦτα εὐθὺς ἔνθεν ὥρμηται, τὰ δὲ ἄλλα ἐκ δυσμῶν ἐπὶ θάτερα πλεῖ, καίπερ αὐτοῖς τῶν ἀνέμων τινὸς ὡς ἥκιστα ἐπιπνεύσαντος, ἀλλὰ γαλήνης τε βαθείας τινὸς καὶ νηνεμίας ἐνταῦθα οὔσης, ταῦτα ὁ Σταγειρίτης ἐννοῶν τε καὶ ἀνακυκλῶν ἐπὶ χρόνου μῆκος, δυσθανατῶν ἐπὶ ξυννοίᾳ ἀφίκετο ἐς τὸ μέτρον τοῦ βίου.
6.21
οὐ μὴν ἀλλὰ κἀν τῷ τὴν Ἰταλίαν τε καὶ Σικελίαν διείργοντι πορθμῷ πολλὰ τῷ παραλόγῳ γίνεσθαι πέφυκε. δοκεῖ γὰρ ἐκ τοῦ Ἀδριατικοῦ καλουμένου πελάγους τὸ ῥεῦμα ἐκεῖσε ἰέναι.
6.22
καίτοι ἐξ Ὠκεανοῦ καὶ Γαδείρων ἡ τῆς θαλάσσης πρόοδος γίνεται. ἀλλὰ καὶ ἴλιγγοι ἐξαπιναίως ἐνταῦθα συχνοὶ ἀπ’ οὐδεμιᾶς ἡμῖν φαινομένης αἰτίας τὰς ναῦς διαχρῶνται.
6.23
καὶ διὰ τοῦτο οἱ ποιηταὶ λέγουσι πρὸς τῆς Χαρύβδεως ῥοφεῖσθαι τὰ πλοῖα, ὅσα ἂν τύχῃ τηνικάδε ὄντα ἐν τῷ πορθμῷ τούτῳ.