Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

6.9 ταῦτα μὲν οὖν ἑκάτεροι προτεινόμενοι διαμάχονται. Ὡς δὲ οὐ μόνος ὁ πρότερος λόγος, ἀλλὰ καὶ οὗτος, ὅνπερ ἀρτίως ἐλέγομεν, μήκει τε χρόνου κεκόμψευται καὶ ἀνδρῶν τινῶν παλαιοτάτων δόξῃ, ἐγὼ δηλώσω, ἐκεῖνο εἰδὼς ὡς ἐκ τοῦ ἐπὶ πλεῖστον ἄνθρωποι ἅπαντες, ἤν τινος φθάσωσι λόγου ἀρχαίου πεποιημένοι τὴν μάθησιν, οὐκέτι ἐθέλουσι τῇ τῆς ἀληθείας ζητήσει ἐμφιλοχωροῦντες ταλαιπωρεῖν, οὐδὲ νεωτέραν τινὰ μεταμαθεῖν ἀμφ’ αὐτῷ δόξαν, ἀλλὰ ἀεὶ αὐτοῖς τὸ μὲν παλαιότερον ὑγιές τε δοκεῖ καὶ ἔντιμον εἶναι, τὸ δὲ κατ’ αὐτοὺς εὐκαταφρόνητον νομίζεται εἶναι καὶ ἐπὶ τὸ γελοιῶδες χωρεῖ.
6.10 πρὸς δὲ τούτοις τανῦν οὐ περὶ νοερῶν ἢ νοητῶν τινὸς ἢ ἀφανῶν ἄλλως γίγνεται ζήτησις, ἀλλὰ περὶ ποταμοῦ τε καὶ χώρας· ἅπερ ὁ χρόνος οὔτε ἀμείβειν οὔτε πη ἀποκρύψασθαι ἴσχυσεν.
6.11 ἥ τε γὰρ πεῖρα ἐγγὺς καὶ ἡ ὄψις ἐς μαρτυρίαν ἱκανωτάτη, οὐδέν τε παρεμποδισθήσεσθαι οἶμαι τοῖς τὸ ἀληθὲς εὑρέσθαι ἐν σπουδῇ ἔχουσιν.
6.12 ὁ τοίνυν Ἁλικαρνασεὺς Ἡρόδοτος ἐν τῇ τῶν ἱστοριῶν τετάρτῃ φησὶ μίαν μὲν εἶναι τὴν γῆν ξύμπασαν, νομίζεσθαι δὲ εἰς μοίρας τε καὶ προσηγορίας τρεῖς διαιρεῖσθαι, Λιβύην τε καὶ Ἀσίαν καὶ Εὐρώπην.
6.13 καὶ αὐτῶν Λιβύης μὲν καὶ τῆς Ἀσίας Νεῖλον τὸν Αἰγύπτιον ποταμὸν μεταξὺ φέρεσθαι, τὴν δὲ δὴ Ἀσίαν τε καὶ Εὐρώπην διορίζειν τὸν Κόλχον Φᾶσιν. εἰδὼς δέ τινας ἀμφὶ Τανάϊδι ποταμῷ ταῦτα οἴεσθαι, καὶ τοῦτο ἐν ὑστέρῳ ἐπεῖπε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme