Book 8
5.25
ἀλλὰ περὶ μὲν τούτων λεγέτω ἕκαστος ὥς πη αὐτῷ βουλομένῳ ἐστί· πολλὰ γὰρ τῶν ἑτέρωθι γεγενημένων, ἴσως δὲ καὶ οὐδαμῆ ξυμπεπτωκότων, ἄνθρωποι προσποιεῖσθαι φιλοῦσιν ὡς πάτρια ἤθη, ἀγανακτοῦντες, ἢν μὴ τῇ δοκήσει τῇ αὐτῶν ἅπαντες ἕπωνται.
5.26
Μετὰ δὲ τὰ ἔθνη ταῦτα πόλις θαλασσία οἰκεῖται, Βόσπορος ὄνομα, Ῥωμαίων κατήκοος γενομένη οὐ πολλῷ πρότερον.
5.27
ἐκ δὲ Βοσπόρου πόλεως ἐς πόλιν Χερσῶνα ἰόντι, ἣ κεῖται μὲν ἐν τῇ παραλίᾳ, Ῥωμαίων δὲ καὶ αὐτὴ κατήκοος ἐκ παλαιοῦ ἐστί, βάρβαροι, Οὐννικὰ ἔθνη, τὰ μεταξὺ ἅπαντα ἔχουσι.
5.28
καὶ ἄλλα δὲ πολίσματα δύο ἀγχοῦ Χερσῶνος, Κῆποί τε καὶ Φανάγουρις καλούμενα, Ῥωμαίων κατήκοα ἐκ παλαιοῦ τε καὶ ἐς ἐμὲ ἦν. ἅπερ οὐ πολλῷ ἔμπροσθεν βαρβάρων τῶν πλησιοχώρων ἑλόντες τινὲς ἐς ἔδαφος καθεῖλον.
5.29
ἐκ δὲ Χερσῶνος πόλεως ἐς τὰς ἐκβολὰς ποταμοῦ Ἴστρου, ὃν καὶ Δανούβιον καλοῦσιν, ὁδὸς μέν ἐστιν ἡμερῶν δέκα, βάρβαροι δὲ τὰ ἐκείνῃ ξύμπαντα ἔχουσιν.
5.30
Ἴστρος δὲ ποταμὸς ἐξ ὀρέων μὲν τῶν Κελτικῶν ῥεῖ, περιιὼν δὲ τὰς Ἰταλίας ἐσχατιάς, φερόμενός τε ἐπὶ τὰ Δακῶν καὶ Ἰλλυριῶν καὶ τὰ ἐπὶ Θρᾴκης χωρία, ἐκβάλλει ἐς τὸν Εὔξεινον Πόντον. τὰ δὲ ἐνθένδε ἅπαντα μέχρι ἐς Βυζάντιον τοῦ Ῥωμαίων βασιλέως τυγχάνει ὄντα.
5.31
Ἡ μὲν οὖν τοῦ Εὐξείνου Πόντου περίοδος ἐκ Καλχηδόνος μέχρι ἐς Βυζάντιον ταύτῃ πη ἔχει.