Book 8
5.14
ἐγένοντο σφίσι· φοίδερα γὰρ Λατῖνοι τὰς ἐν πολέμῳ καλοῦσι ξυνθήκας, ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν δεδήλωται λόγοις· τὰ δὲ καὶ πόλεμον πρὸς αὐτοὺς διέφερον οὐδενὶ λόγῳ, ἕως ᾤχοντο ἀπιόντες ἐς Ἰταλίαν, Θευδερίχου ἡγουμένου σφίσι. τὰ μὲν οὖν τῶν Γότθων τῇδε κεχώρηκεν.
5.15
Οὖννοι δὲ αὐτῶν τοὺς μὲν κτείναντες, τοὺς δέ, ὥσπερ ἐρρήθη, ἐξαναστήσαντες τὴν χώραν ἔσχον. καὶ αὐτῶν Κουτρίγουροι μὲν παῖδάς τε καὶ γυναῖκας μεταπεμψάμενοι ἐνταῦθα ἱδρύσαντο,
5.16
οὗ δὴ καὶ ἐς ἐμὲ ᾤκηνται. καὶ δῶρα μὲν πολλὰ πρὸς βασιλέως ἀνὰ πᾶν ἔτος κομίζονται, καὶ ὣς δὲ διαβαίνοντες ποταμὸν Ἴστρον καταθέουσιν ἐσαεὶ τὴν βασιλέως χώραν,
5.17
ἔνσπονδοί τε καὶ πολέμιοι Ῥωμαίοις ὄντες. Οὐτίγουροι δὲ ξὺν τῷ ἡγουμένῳ ἐπ’ οἴκου ἀπεκομίζοντο, μόνοι τὸ λοιπὸν ἐνταῦθα καθιζησόμενοι.
5.18
οἵπερ ἐπειδὴ Λίμνης τῆς Μαιώτιδος ἀγχοῦ ἐγένοντο, Γότθοις ἐνταῦθα τοῖς Τετραξίταις καλουμένοις ἐνέτυχον.
5.19
καὶ τὰ μὲν πρῶτα φραξάμενοι ταῖς ἀσπίσιν οἱ Γότθοι ἀντικρὺ τοῖς ἐπιοῦσιν ὡς ἀμυνόμενοι ἔστησαν, σθένει τε τῷ σφετέρῳ καὶ χωρίου ἰσχύϊ θαρσοῦντες· αὐτοὶ γὰρ ἀλκιμώτατοι ἁπάντων εἰσὶ τῶν τῇδε βαρβάρων.
5.20
καὶ ἡ πρώτη τῆς Μαιώτιδος ἐκροή, οὗ δὴ τότε οἱ Τετραξῖται Γότθοι ἵδρυντο, ἐν κόλπῳ ξυνιοῦσα μηνοειδεῖ, περιβαλοῦσά τε αὐτοὺς ἐκ τοῦ ἐπὶ πλεῖστον, μίαν ἐπ’ αὐτοὺς εἴσοδον οὐ λίαν εὐρεῖαν τοῖς ἐπιοῦσι παρείχετο.