Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

35.16 ἀλλὰ τοῖς βαρβάροις αὐτίκα ἐνταῦθα ἀναβεβηκόσι μετέμελεν, ἐπεὶ τῶν ἐπιτηδείων πολλῷ ἔτι μᾶλλον ἐσπάνιζον, σφίσι τε αὐτοῖς καὶ τοῖς ἵπποις ἐκπορίζεσθαι αὐτὰ οὐδεμιᾷ μηχανῇ ἔχοντες.
35.17 διὸ δὴ τὴν ἐν ξυμβολῇ τοῦ βίου καταστροφὴν αἱρετωτέραν τῆς πρὸς τοῦ λιμοῦ εἶναι οἰόμενοι ὁμόσε τοῖς πολεμίοις παρὰ δόξαν ἐχώρουν, ἀπροσδόκητοί τε αὐτοῖς ἐξαπιναίως ἐπέπεσον.
35.18 Ῥωμαῖοι δὲ αὐτοὺς ὡς ἐκ τῶν παρόντων ἀμυνούμενοι ἔστησαν, οὐ κατὰ ἄρχοντας ἢ λόχους ἢ καταλόγους τὴν τάξιν καταστησάμενοι, οὐδὲ τρόπῳ τῳ ἄλλῳ διακεκριμένοι ἀλλήλων, οὐδὲ τῶν σφίσι παραγγελλομένων ἐν τῇ ξυμβολῇ ἀκουσόμενοι, ἀλλ’ ἀλκῇ τῇ πάσῃ, ὅπη ποτὲ παρατύχῃ, τοῖς πολεμίοις ἀντιταξόμενοι.
35.19 Γότθοι μὲν οὖν τῶν ἵππων ἀφέμενοι πρῶτοι πεζῇ μετωπηδὸν εἰς βαθεῖαν φάλαγγα ἔστησαν ἅπαντες, καὶ Ῥωμαῖοι δὲ ταῦτα ἰδόντες τοὺς ἵππους ἀφῆκαν, καὶ τρόπῳ τῷ αὐτῷ ἐτάξαντο πάντες.
35.20 Ἐνταῦθά μοι μάχη τε πολλοῦ λόγου ἀξία καὶ ἀνδρὸς ἀρετὴ οὐδὲ τῶν τινὸς λεγομένων ἡρώων, οἶμαι, καταδεεστέρα γεγράψεται, ἧς δὴ ὁ Τεΐας δήλωσιν ἐν τῷ παρόντι πεποίηται.
35.21 Γότθους μὲν ἐς εὐτολμίαν ἡ τῶν παρόντων ἀπόγνωσις ὥρμα, Ῥωμαῖοι δὲ αὐτούς, καίπερ ἀπονενοημένους ὁρῶντες, ὑφίσταντο δυνάμει τῇ πάσῃ, τοῖς καταδεεστέροις ἐρυθριῶντες ὑποχωρεῖν, ἀμφότεροί τε θυμῷ ἐπὶ τοὺς πέλας πολλῷ ἵεντο, οἱ μὲν θανατῶντες,
35.22 οἱ δὲ ἀρετῶντες. καὶ ἡ μὲν μάχη πρωὶ ἤρξατο, Τεΐας δὲ πᾶσιν ἔνδηλος γεγενημένος καὶ τὴν μὲν ἀσπίδα προβεβλημένος, ἐπανατεινόμενος δὲ τὸ δόρυ, πρῶτος ξὺν ὀλίγοις τισὶ τῆς φάλαγγος ἔστη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme