Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

35.3 ἐς τόσον δὲ βάθος τοῦτο δὴ τὸ κενὸν διήκειν ξυμβαίνει ὥστε δὴ ἀνθρώπῳ ἐν τῇ ἀκρωρείᾳ ἑστῶτι ὑπερκύπτειν τε τολμῶντι ἐνθένδε οὐ ῥᾳδίως ἡ φλὸξ ὁρατὴ γίνεται.
35.4 ὁπηνίκα δὲ ξυνενεχθείη τῷ ὄρει τῷδε τὴν κόνιν, ᾗπέρ μοι ἐρρήθη, ἐρεύγεσθαι, καὶ πέτρας ἀποτεμνομένη ἀπὸ τῶν τοῦ Βεβίου ἐσχάτων ἡ φλὸξ ὑπὲρ τὴν κορυφὴν τοῦ ὄρους τούτου μετεωρίζει, τὰς μὲν βραχείας, τὰς δὲ καὶ μεγάλας κομιδῆ οὔσας, ἐνθένδε τε αὐτὰς ἀποπεμπομένη ὅπη παρατύχοι διασκεδάννυσι.
35.5 ῥέει δὲ καὶ ῥύαξ ἐνταῦθα πυρὸς ἐκ τῆς ἀκρωρείας κατατείνων ἄχρι ἐς τοῦ ὄρους τὸν πρόποδα καὶ ἔτι πρόσω, ἅπερ ἅπαντα καὶ κατὰ τὴν Αἴτνην γίνεσθαι πέφυκεν. ὄχθας δὲ ποιεῖται ὑψηλὰς ἑκατέρωθεν ὁ τοῦ πυρὸς ῥύαξ, τὰ ἔνερθεν τέμνων.
35.6 καὶ φερομένη μὲν ἐπὶ τοῦ ῥύακος τὰ πρῶτα ἡ φλὸξ καιομένῃ εἰκάζεται ὕδατος ἐκροῇ· ἐπεὶ δὲ αὐτῇ ἀποσβεσθῆναι ξυμβαίη, ἀναστέλλεται μὲν τῷ ῥύακι ὁ δρόμος εὐθύς, ἐπίπροσθέν τε ὁ ῥοῦς οὐδαμῆ πρόεισι, τὸ δὲ ὑφίζανον τούτου δὴ τοῦ πυρὸς πηλὸς φαίνεται σποδιᾷ ἐμφερής.
35.7 Κατὰ τούτου δὴ τοῦ Βεβίου τὸν πρόποδα ὕδατος πηγαὶ ποτίμου εἰσί. καὶ ποταμὸς ἀπ’ αὐτῶν πρόεισι Δράκων ὄνομα, ὃς δὴ ἄγχιστά πη τῆς Νουκερίας πόλεως φέρεται. τούτου τοῦ ποταμοῦ ἑκατέρωθεν ἐστρατοπεδεύσαντο ἀμφότεροι τότε.
35.8 ἔστι δὲ ὁ Δράκων τὸ μὲν ῥεῦμα βραχύς, οὐ μέντοι ἐσβατὸς οὔτε ἱππεῦσιν οὔτε πεζοῖς, ἐπεὶ ʽἐν στενῷ ξυνάγων τὸν ῥοῦν’ τήν τε γῆν ἀποτεμνόμενος ὡς βαθύτατα ἑκατέρωθεν ὥσπερ ἀποκρεμαμένας ποιεῖται τὰς ὄχθας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme