Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

34.21 Τεΐας δὲ ἀμφὶ τοὺς ἐν Κύμῃ φρουροὺς καὶ τὰ χρήματα δείσας, ἀπογνούς τε τὴν ἀπὸ τῶν Φράγγων ἐλπίδα, τούς οἱ ἑπομένους διέτασσεν ὡς τοῖς πολεμίοις ὁμόσε χωρήσων.
34.22 Ὧνπερ αἰσθόμενος ὁ Ναρσῆς Ἰωάννην τε τὸν Βιταλιανοῦ ἀδελφιδοῦν καὶ Φιλημοὺθ ξὺν τῷ οἰκείῳ στρατεύματι ἐς τὰ ἐπὶ Τουσκίας χωρία ἰέναι κελεύει, ἐνταῦθά τε καθιζησομένους καὶ τοῖς ἐναντίοις ἀναχαιτίσοντας τὴν ἐπὶ Καμπανίας ὁδόν, ὅπως οἱ Κύμην πολιορκοῦντες ἀδεέστερον αὐτὴν ἢ βίᾳ ἢ ὁμολογίᾳ ἐξελεῖν δύναιντο.
34.23 ἀλλὰ Τεΐας ὁδοὺς μὲν ἐν δεξιᾷ τὰς ἐπιτομωτάτας ἐπὶ τὸ πλεῖστον ἀφείς, περιόδους δὲ πολλὰς καὶ μακροτάτας περιβαλόμενος, διά τε τῆς παραλίας κόλπου τοῦ Ἰονίου ἰών, ἐς Καμπανίαν ἀφίκετο,
34.24 τοὺς πολεμίους λαθὼν ἅπαντας. ὅπερ ἐπεὶ Ναρσῆς ἔμαθε, τούς τε ἀμφὶ τὸν Ἰωάννην καὶ Φιλημοὺθ μετεπέμπετο, οἳ τὴν δίοδον ἐν Τούσκοις ἐφρούρουν, καὶ Βαλεριανὸν ἄρτι Πέτραν ἐξαιροῦντα τὴν Περτοῦσαν καλουμένην μετεκάλει ξὺν τοῖς ἑπομένοις, τάς τε δυνάμεις ξυνήγειρε, παντί τε καὶ αὐτὸς τῷ στρατῷ ὡς ἐς μάχην ξυντεταγμένος ἐς Καμπανοὺς ᾔει.
35.1 Ἔστι δέ τι ὄρος ἐπὶ Καμπανίας ὁ Βέβιος, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ὅτι δὴ πολλάκις ἀφίησιν ἦχον μυκηθμῷ ἐμφερῆ. καὶ ἐπειδὰν αὐτῷ τοῦτο ξυμβαίη, ὁ δὲ καὶ κόνεως ἐπὶ τούτῳ ζεούσης μέγα τι χρῆμα ἐρεύγεται. ταῦτα μὲν ἐς ἐκεῖνό μοι τοῦ λόγου ἐρρήθη.
35.2 τούτου δὴ τοῦ ὄρους, ᾗπερ καὶ τῆς κατὰ τὴν Σικελίαν Αἴτνης, κενὰ τὰ ἐν μέσῳ ἐκ τῶν ἐσχάτων ἄχρι ἐς τὴν ὑπερβολὴν ἀπὸ ταὐτομάτου τετύχηκεν εἶναι, οὗ δὴ ἔνερθεν διηνεκὲς τὸ πῦρ καίεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme