Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

34.14 Ῥάγναρις δὲ τοὺς μὲν πεντήκοντα μελλήσει οὐδεμιᾷ ἔκτεινεν, ὡς ὑπαντιάσων δὲ τοῖς πολεμίοις ἐκ τοῦ Τάραντος τοὺς Γότθους ἐξῆγεν. ἐπειδή τε ἀλλήλοις ξυνέμιξαν, ἡσσῶνται Γότθοι.
34.15 Ῥάγναρίς τε αὐτοῦ ἀποβαλὼν πλείστους ξὺν τοῖς καταλοίποις δρασμῷ εἴχετο. ἐς μέντοι τὸν Τάραντα εἰσελθεῖν οὐδαμῆ ἴσχυσε, πανταχόθεν αὐτὸν περιβεβλημένων Ῥωμαίων, ἀλλ’ ἐς Ἀχεροντίδα ἐλθὼν ἔμεινε.
34.16 ταῦτα μὲν οὖν τοιαύτῃ ἐγεγόνει. Ῥωμαῖοι δὲ οὐ πολλῷ ὕστερον τόν τε Πόρτον πολιορκήσαντες ὁμολογίᾳ εἷλον καὶ φρούριον ἐν Τούσκοις, ὃ δὴ Νέπα καλοῦσι, καὶ τὸ ἐν Πέτρᾳ τῇ Περτούσῃ ὀνομαζομένῃ ὀχύρωμα.
34.17 Τεΐας δὲ ʽοὐ γὰρ ἀξιομάχους τῷ Ῥωμαίων στρατῷ Γότθους κατὰ μόνας ᾤετο εἶναἰ παρὰ Θευδίβαλδον τὸν Φράγγων ἄρχοντα ἔπεμψε, χρήματα πολλὰ προτεινόμενος ἐπί τε ξυμμαχίαν παρακαλῶν.
34.18 ἀλλὰ Φράγγοι τὰ ξύμφορα, οἶμαι, βεβουλευμένοι οὔτε ὑπὲρ τῆς Γότθων οὔτε ὑπὲρ τῆς τῶν Ῥωμαίων ὠφελείας ἐβούλοντο θνήσκειν, ἀλλὰ σφίσιν αὐτοῖς προσποιεῖν Ἰταλίαν ἐν σπουδῇ εἶχον, καὶ τούτου δὴ ἕνεκα τοὺς ἐν πολέμῳ κινδύνους ὑφίστασθαι ἤθελον. ἐτύγχανε
34.19 δὲ Τουτίλας ἔνια μὲν τῶν χρημάτων ἐν Τικινῷ καταθέμενος, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται, τὰ δὲ πλεῖστα ἐν φρουρίῳ ἐχυρῷ μάλιστα, ὅπερ ἐν Κύμῃ τῇ ἐπὶ Καμπανίας ξυμβαίνει εἶναι, καὶ φρουροὺς ἐνταῦθα καταστησάμενος, ἄρχοντά τε αὐτοῖς τὸν ἀδελφὸν τὸν αὑτοῦ ξὺν Ἡρωδιανῷ ἐπιστήσας.
34.20 τούτους δὴ βουλόμενος ὁ Ναρσῆς ἐξελεῖν ἐς Κύμην τινὰς τοὺς τὸ φρούριον πολιορκήσοντας ἔπεμψεν, αὐτὸς δὲ Ῥώμην διακοσμῶν αὐτοῦ ἔμεινε. καὶ ἄλλους στείλας ἐκέλευε Κεντουκέλλας πολιορκεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme