Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

33.21 ἐν τούτῳ δὲ γνώμῃ Ναρσοῦ ὁ Δαγισθαῖος στρατιώτας τε παμπληθεῖς ἔχων καὶ τό τε Ναρσοῦ καὶ τὸ Ἰωάννου σημεῖον καὶ κλίμακας πολλὰς ἐπαγόμενος μοίρᾳ τινὶ τοῦ περιβόλου ἐξαπιναίως ἐπέσκηψε, φρουρᾶς τὸ παράπαν ἐρήμῳ οὔσῃ.
33.22 τάς τε κλίμακας εὐθὺς ἁπάσας οὐδενὸς ἀμυνομένου τῷ τείχει ἐρείσας πόνῳ οὐδενὶ ξὺν τοῖς ἑπομένοις ἐντὸς τοῦ περιβόλου ἐγένετο, τάς τε πύλας κατ’ ἐξουσίαν ἀνέῳγον.
33.23 ὧνπερ αὐτίκα Γότθοι αἰσθόμενοι οὐκέτι ἐς ἀλκὴν ἔβλεπον, ἀλλ’ ἔφευγον ἅπαντες ὅπη αὐτῶν ἑκάστῳ δυνατὰ ἐγεγόνει. καὶ οἱ μὲν εἰς τὸ φρούριον εἰσεπήδησαν, οἱ δὲ δὴ ἐς τὸν Πόρτον ἐχώρησαν δρόμῳ.
33.24 Ἐνταῦθά μοι τοῦ λόγου ἔννοια γέγονεν ὅντινα ἡ τύχη διαχλευάζει τὰ ἀνθρώπεια τρόπον, οὐκ ἀεὶ κατὰ ταὐτὰ παρὰ τοὺς ἀνθρώπους ἰοῦσα οὐδὲ ἴσοις αὐτοὺς ὀφθαλμοῖς βλέπουσα, ἀλλὰ ξυμμεταβαλλομένη χρόνῳ καὶ τόπῳ, καὶ παίζει ἐς αὐτοὺς παιδιάν τινα παρὰ τὸν καιρὸν ἢ τὸν χῶρον ἢ τὸν τρόπον διαλλάσσουσα τὴν τῶν ταλαιπώρων ἀξίαν, εἴ γε ὁ Ῥώμην μὲν ἀπολωλεκὼς τὰ πρότερα Βέσσας οὐ πολλῷ ὕστερον ἀνεσώσατο Ῥωμαίοις τῆς Λαζικῆς Πέτραν, ἔμπαλιν δὲ ὁ Δαγισθαῖος Πέτραν τοῖς πολεμίοις μεθεὶς ἀνεκτήσατο ἐν χρόνῳ ὀλίγῳ βασιλεῖ Ῥώμην.
33.25 ἀλλὰ ταῦτα μὲν γέγονέ τε τὸ ἐξ ἀρχῆς καὶ ἀεὶ ἔσται, ἕως ἂν ἡ αὐτὴ τύχη ἀνθρώποις ᾖ. Ναρσῆς δὲ τότε παντὶ τῷ στρατῷ ἐπὶ τὸ φρούριον πολεμῶν ᾔει.
33.26 κατορρωδήσαντές τε οἱ βάρβαροι καὶ τὰ πιστὰ ὑπὲρ τῶν σωμάτων κεκομισμένοι σφᾶς τε αὐτοὺς καὶ τὸ φρούριόν οἱ αὐτίκα δὴ μάλα παρέδοσαν, ἕκτον τε καὶ εἰκοστὸν ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme