Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

32.22 Ἥδε μὲν οὖν ἡ μάχη ἐς τοῦτο ἐτελεύτα καὶ ξυνεσκόταζε παντάπασιν ἤδη. Τουτίλαν δὲ φεύγοντα ἐν σκότῳ σὺν ἀνδράσιν οὐ πλέον ἢ πέντε οὖσιν, ὧνπερ ὁ Σκιποῦαρ εἷς ἐτύγχανεν ὤν, τῶν τινὲς Ῥωμαίων ἐδίωκον, οὐκ εἰδότες ὡς Τουτίλας εἴη· ἐν τοῖς καὶ Ἄσβαδον τὸν Γήπαιδα ξυνέβαινεν εἶναι.
32.23 ὅσπερ ἐπεὶ Τουτίλα ἀγχοτάτω ἐγένετο, ὡς τῷ δόρατι αὐτὸν κατὰ τῶν νώτων παίσων ἐπῄει.
32.24 Γοτθικὸν δέ τι μειράκιον ἐκ τῆς Τουτίλα οἰκίας φεύγοντι τῷ δεσπότῃ ἑπόμενον, τύχην τε ἀπαξιοῦν τὴν τότε παροῦσαν, ἀνέκραγε μέγα· “Τί τοῦτο, ὦ κύων, τὸν δεσπότην τὸν σαυτοῦ πλήξων ὥρμηκας;” ὁ μὲν οὖν Ἄσβαδος ἐπὶ Τουτίλαν τὸ δόρυ σθένει παντὶ ὦσεν, αὐτὸς δὲ πρὸς τοῦ Σκιποῦαρ τὸν πόδα πληγεὶς αὐτοῦ ἔμεινε.
32.25 καὶ αὐτὸς δὲ Σκιποῦαρ πρός του τῶν διωκόντων πληγεὶς ἔστη, οἵ τε ξὺν Ἀσβάδῳ πεποιημένοι τὴν δίωξιν, τέτταρες ὄντες, ὅπως αὐτὸν διασώσοιντο, οὐκέτι ἐδίωκον,
32.26 ἀλλὰ ξὺν αὐτῷ ὀπίσω ἀνέστρεφον. οἱ δὲ τῷ Τουτίλᾳ ἐπισπόμενοι, διώκειν σφᾶς ἔτι τοὺς πολεμίους οἰόμενοι, οὐδέν τι ἧσσον πρόσω ἤλαυνον, καίπερ αὐτὸν καιρίαν πληγέντα καὶ λειποψυχοῦντα βεβαιότατα ἐπαγόμενοι, πρυτανευούσης αὐτοῖς τῆς ἀνάγκης τὸν βίαιον δρόμον.
32.27 σταδίους δὲ ἀνύσαντες τέσσαράς τε καὶ ὀγδοήκοντα ἐς χωρίον ἀφίκοντο Κάπρας ὄνομα. οὗ δὴ τὸ λοιπὸν ἡσυχάζοντες Τουτίλα τὴν πληγὴν ἐθεράπευον, ὅσπερ οὐ πολλῷ ὕστερον τὸν βίον ἐξεμέτρησεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme