Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

32.17 οὐ γὰρ ἐν κόσμῳ τὴν ἀναχώρησιν ποιησάμενοι ἐς αὐτοὺς ἦλθον,ʽὡς ἀναπνεύσοντές τε καὶ ξὺν αὐτοῖς ἀναμαχούμενοι, ᾗπερ εἴθισται, ἢ ὠθισμῷ τοὺς διώκοντας ἀπωσόμενοι ἢ παλίωξιν ἐγχειρίσοντες ἢ ἄλλην τινὰ πολέμου ἰδέαν,ʼ ἀλλ’ οὕτως ἀτάκτως ὥστε αὐτῶν τισὶ καὶ διεφθάρθαι τῆς ἵππου ἐπιπεσούσης ξυνέπεσε.
32.18 διόπερ αὐτοὺς οἱ πεζοὶ οὔτε διαστάντες ἐδέξαντο οὔτε διασωσόμενοι ἔστησαν, ἀλλὰ ξὺν αὐτοῖς προτροπάδην ἅπαντες ἔφευγον, ἔνθα δὴ καὶ ἀλλήλους ὥσπερ ἐν νυκτομαχίᾳ διέφθειρον.
32.19 ὅ τε τῶν Ῥωμαίων στρατός, τῆς ἐκείνων ἀπολαύοντες ὀρρωδίας, φειδοῖ οὐδεμιᾷ τοὺς ἐν ποσὶν ἀεὶ ἔκτεινον, οὔτε ἀμυνομένους οὔτε ἀντιβλέπειν τολμῶντας, ἀλλὰ σφᾶς αὐτοὺς τοῖς πολεμίοις παρεχομένους ὅ τι βούλοιντο χρῆσθαι· οὕτω δὴ αὐτοῖς τὰ τε δείματα ἐπεκάθιζε καὶ ὁ φόβος ἐκράτει.
32.20 Καὶ αὐτῶν ἑξακισχίλιοι μὲν ἐν τῷ ἔργῳ τούτῳ ἀπέθανον, πολλοὶ δὲ σφᾶς αὐτοὺς ἐνεχείρισαν τοῖς ἐναντίοις. οἲ δὴ αὐτοὺς ἐν μὲν τῷ παρόντι ἐζώγρησαν, οὐ πολλῷ δὲ ὕστερον ἔκτειναν. οὐ μόνον δὲ Γότθοι ἀνῄρηντο, ἀλλὰ καὶ τῶν πάλαι Ῥωμαίων στρατιωτῶν πλεῖστοι, τῶν τὸ πρότερον ἀποταξαμένων μὲν τῇ Ῥωμαίων στρατιᾷ, ἀπηυτομοληκότων δέ, ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, παρὰ Τουτίλαν τε καὶ Γότθους.
32.21 ὅσοις δὲ δὴ τοῦ Γότθων στρατοῦ μήτε ἀπολωλέναι μήτε ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ ξυνηνέχθη γενέσθαι, οὗτοι διαλαθεῖν τε καὶ φυγεῖν ἴσχυσαν, ὡς αὐτῶν ἕκαστος ἵππου ἢ ποδῶν ἢ τύχης ἔσχεν̔ἢ καιροῦ ἢ χώρου φέροντος ἐς τοῦτο ἐπιτυχεῖν.ʼ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme