Book 8
32.4
οὐ μέντοι οὐδὲ ἀποσίτους τὸ παράπαν αὐτοὺς εἴασεν, ἀλλ’ ἐν τῇ τάξει καὶ τῇ τῶν ὅπλων σκευῇ ἀκρατισαμένους ἐκέλευσε διηνεκὲς οὕτως ἀποσκοποῦντας καραδοκεῖν τῶν πολεμίων τὴν ἔφοδον.
32.5
τρόπῳ μέντοι τῷ αὐτῷ οὐκέτι ἐτάξαντο, ἀλλὰ Ῥωμαίοις μὲν τὰ κέρα, ἐν οἷς κατὰ τετρακισχιλίους οἱ πεζοὶ τοξόται εἱστήκεισαν, ἐπὶ τὸ μηνοειδὲς τοῦ Ναρσοῦ γνώμῃ ἐτράπετο.
32.6
Γότθοι δὲ οἱ πεζοὶ ἅπαντες ὄπισθεν τῶν ἱππέων ἀθρόοι ἵσταντο, ἐφ’ ᾧ, ἢν τοῖς ἱππεῦσι τραπῆναι ξυμβῇ, ἀναστρέφοντες μὲν ἐπ’ αὐτοὺς οἱ φεύγοντες σώζοιντο, ἐπίκοινα δὲ ἀμφότεροι εὐθὺς χωρήσαιεν. Προείρητο δὲ Γότθοις ἅπασι μήτε τοξεύματι μήτε ἄλλῳ ὁτῳοῦν ἐς συμβολὴν τήνδε ὅτι μὴ τοῖς δόρασι χρῆσθαι.
32.7
διὸ δὴ Τουτίλαν πρὸς τῆς ἀβουλίας καταστρατηγηθῆναι τῆς αὑτοῦ ξυνηνέχθη· ὅς γε καθιστάμενος ἐς τήνδε τὴν μάχην οὐκ οἶδα ὅτῳ ἀναπεισθεὶς παρείχετο τοῖς ἐναντίοις τὴν αὑτοῦ στρατιὰν οὔτε τῇ ὁπλίσει ἀντίξουν οὔτε τῇ τάξει ἀντίρροπον οὔτε τῳ ἄλλῳ ἀντίπαλον, ἐπεὶ Ῥωμαῖοι μὲν ἑκάστοις ὡς ἐπικαιρότατα ἦν ἐν τῷ ἔργῳ ἐχρῶντο, ἢ τοξεύοντες, ἢ δόρατα ὠθοῦντες, ἢ ξίφη διαχειρίζοντες, ἢ ἄλλο τι ἐνεργοῦντες τῶν σφίσι προχείρων κἀν τῷ παρόντι ἐπιτηδείων, οἱ μὲν ἱππευόμενοι, οἱ δὲ καὶ πεζῇ ἐς τὴν παράταξιν καθιστάμενοι, κατὰ τὸ τῇ χρείᾳ ξυνοῖσον, καὶ πὴ μὲν κύκλωσιν τῶν πολεμίων διαπρασσόμενοι, πὴ δὲ προσιόντας δεχόμενοι καὶ ταῖς ἀσπίσιν ἀποκρουόμενοι τὴν ἐπίθεσιν.
32.8
οἱ δὲ τῶν Γότθων ἱππεῖς, τῶν πεζῶν σφίσιν ἀπολελειμμένων ὀπίσω, μόνοις θαρσοῦντες τοῖς δόρασιν ὁρμῇ ἀνεπισκέπτῳ ἐπῄεσαν, ἔν τε τῷ πόνῳ γενόμενοι τῆς σφετέρας ἀβουλίας ἀπώναντο.