Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

31.20 καὶ ἱππευόμενος μεθίει ταῖς αὔραις τὸ δόρυ, ἀπ’ αὐτῶν τε κραδαινόμενον ἁρπασάμενος εἶτα ἐκ χειρὸς ἐς χεῖρα παραπέμπων συχνὰ ἐφ’ ἑκάτερα, καὶ μεταβιβάζων ἐμπείρως, ἐφιλοτιμεῖτο τῇ ἐς τὰ τοιαῦτα μελέτῃ, ὑπτιάζων καὶ ἰσχιάζων καὶ πρὸς ἑκάτερα ἐγκλινόμενος, ὥσπερ ἐκ παιδὸς ἀκριβῶς τὰ ἐς τὴν ὀρχήστραν δεδιδαγμένος.
31.21 ταῦτά τε ποιῶν πᾶσαν κατέτριψε τὴν δείλην πρωΐαν. ἐπὶ πλεῖστον δὲ τὴν τῆς μάχης ἀναβολὴν μηκύνειν ἐθέλων ἔπεμψεν ἐς τὸ Ῥωμαίων στρατόπεδον, φάσκων ἐθέλειν αὐτοῖς ἐς λόγους ξυμμῖξαι. Ναρσῆς δὲ φενακίζειν αὐτὸν ἰσχυρίζετο, εἴ γε πολεμησείων τὰ πρότερα, ἡνίκα τοῦ προτείνεσθαι λόγους ἐξουσία εἴη, νῦν ἐν μεταιχμίῳ γενόμενος ἐς τοὺς διαλόγους χωροίη.
32.1 Ἐν τούτῳ δὲ Γότθοις καὶ οἱ δισχίλιοι ἧκον· οὕσπερ ἐς τὸ χαράκωμα Τουτίλας ἀφικέσθαι μαθών, ἐπειδὴ καὶ ὁ καιρὸς ἐς ἄριστον ἦγεν, αὐτός τε ἐς σκηνὴν τὴν οἰκείαν ἐχώρησε καὶ Γότθοι διαλύσαντες τὴν παράταξιν ὀπίσω ἀνέστρεφον.
32.2 ἐν δὲ τῇ καταλύσει τῇ αὐτοῦ γεγονὼς Τουτίλας τοὺς δισχιλίους ἤδη παρόντας εὗρε. το τε ἄριστον ἅπαντας αἱρεῖσθαι κελεύσας καὶ τὴν τῶν ὅπλων σκευὴν μεταμφιασάμενος ἅπασαν ἐξωπλίσατο μὲν ἐς τὸ ἀκριβὲς ἐν στρατιωτῶν λόγῳ, εὐθὺς δὲ τὴν στρατιὰν ἐπὶ τοὺς πολεμίους ἐξῆγεν, ἀπροσδόκητος αὐτοῖς ἐπιπεσεῖσθαι οἰόμενος καὶ ταύτῃ αἱρήσειν.
32.3 ἀλλ’ οὐδ’ ὣς ἀπαρασκεύους Ῥωμαίους εὗρε. δείσας γὰρ ὁ Ναρσῆς, ὅπερ ἐγένετο, μὴ σφίσιν ἀπροσδοκήτοις ἐπιπέσοιεν οἱ πολέμιοι, ἀπεῖπεν ἅπασι μήτε ἄριστον αἱρεῖσθαι μήτε ἀποδαρθεῖν μήτε μὴν ἀποθωρακίσασθαι τῶν πάντων μηδένα μήτε τοῦ χαλινοῦ μεθεῖναι τὸν ἵππον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme