Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

31.5 πεζοὺς μέντοι τοξότας ἐκ τῶν καταλόγου στρατιωτῶν ὀκτακισχιλίους μάλιστα ἔστησαν ἐς ἄμφω τὰ κέρα. κατὰ δὲ τὰ μέσα τῆς φάλαγγος τούς τε Λαγγοβάρδας καὶ τὸ Ἐρούλων ἔθνος καὶ πάντας τοὺς ἄλλους βαρβάρους ὁ Ναρσῆς ἔταξεν, ἔκ τε τῶν ἵππων ἀποβιβάσας καὶ πεζοὺς εἶναι καταστησάμενος, ὅπως ἂν μὴ κακοὶ ἐν τῷ ἔργῳ γενόμενοι ἢ ἐθελοκακοῦντες, ἂν οὕτω τύχῃ, ἐς ὑπαγωγὴν ὀξύτεροι εἶεν.
31.6 τὸ μέντοι πέρας κέρως τοῦ εὐωνύμου τῶν Ῥωμαίων μετώπου Ναρσῆς ἐγγώνιον κατεστήσατο, πεντακοσίους τε καὶ χιλίους ἱππεῖς ἐνταῦθα στήσας.
31.7 προείρητο δὲ τοῖς μὲν πεντακοσίοις, ἐπειδὰν τάχιστα τῶν Ῥωμαίων τισὶ τραπῆναι ξυμβαίη, ἐπιβοηθεῖν αὐτοῖς ἐν σπουδῇ, τοῖς δὲ χιλίοις, ὁπηνίκα οἱ τῶν πολεμίων πεζοὶ ἔργου ἄρχωνται, κατόπισθέν τε αὐτῶν αὐτίκα γενέσθαι καὶ ἀμφιβόλους ποιήσασθαι.
31.8 καὶ ὁ Τουτίλας δὲ τρόπῳ τῷ αὐτῷ τοῖς πολεμίοις ἀντίαν τὴν στρατιὰν ξύμπασαν ἔστησε. καὶ περιιὼν τὴν οἰκείαν παράταξιν τοὺς στρατιώτας παρεθράσυνέ τε καὶ παρεκάλει ἐς εὐτολμίαν προσώπῳ καὶ λόγῳ.
31.9 καὶ ὁ Ναρσῆς δὲ ταὐτὸ τοῦτο ἐποίει, ψέλλιά τε καὶ στρεπτοὺς καὶ χαλινοὺς χρυσοῦς ἐπὶ κοντῶν μετεωρίσας καὶ ἄλλα ἄττα τῆς ἐς τὸν κίνδυνον προθυμίας ὑπεκκαύματα ἐνδεικνύμενος.
31.10 χρόνον δέ τινα μάχης οὐδέτεροι ἦρχον, ἀλλ’ ἡσυχῆ ἀμφότεροι ἔμενον, προσδεχόμενοι τὴν τῶν ἐναντίων ἐπίθεσιν.
31.11 Μετὰ δὲ εἷς ἐκ τοῦ Γότθων στρατοῦ, Κόκκας ὄνομα, δόξαν ἐπὶ τῷ δραστηρίῳ διαρκῶς ἔχων, τὸν ἵππον ἐξελάσας, ἄγχιστα ἦλθε τοῦ Ῥωμαίων στρατοῦ, προὐκαλεῖτό τε, εἴ τίς οἱ βούλοιτο πρὸς μονομαχίαν ἐπεξιέναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme