Book 8
26.24
τοιαύτῃ μὲν οὖν γνώμῃ ὅ τε Τουτίλας ἐπήγγελλε ταῦτα καὶ ὁ Τεΐας ἐποίει. Ναρσῇ δὲ λίαν ἀμηχανοῦντι Ἰωαννης ὁ Βιταλιανοῦ, τῶν τῇδε χωρίων ἐμπείρως ἔχων, παρῄνει παντὶ τῷ στρατῷ μὲν κατὰ τὴν παραλίαν ἰέναι, κατηκόων σφίσιν ὄντων, ὡς προδεδήλωται, τῶν τῇδε ἀνθρώπων, παρακολουθεῖν δὲ τῶν νηῶν τινὰς καὶ ἀκάτους πολλάς.
26.25
ἐπειδὰν γὰρ ὁ στρατὸς ἐπὶ ταῖς τῶν ποταμῶν ἐκβολαῖς γένωνται, γέφυραν ἐκ τῶν ἀκάτων τούτων τῷ τοῦ ποταμοῦ ῥοθίῳ ἐναρμοσάμενοι, ῥᾷον ἂν καὶ ἀπονώτερον ποιήσαιντο τὴν διάβασιν. ὁ μὲν Ἰωάννης ταῦτα παρῄνει, πείθεται δὲ Ναρσῆς, καὶ τῷ τρόπῳ τούτω παντὶ τῷ στρατῷ ἐπὶ Ῥαβέννης κομίζεται.
27.1
Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ τάδε ξυνηνέχθη γενέσθαι. Ἰλδιγισὰλ Λαγγοβάρδας ἀνήρ, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τοῦ Αὐδουὶν ὄντος ἐχθροῦ, ὃς τούτων δὴ τῶν βαρβάρων ἡγεῖτο ʽαὐτῷ γὰρ τὴν ἀρχὴν κατὰ γένος προσήκουσαν Αὐδουὶν βιασάμενος ἔσχεν’ ἐξ ἠθῶν ἀποδρὰς τῶν πατρίων ἐπὶ Βυζαντίου κομίζεται.
27.2
οὗ δὴ αὐτὸν ἀφικόμενον Ἰουστινιανὸς βασιλεὺς ἐν τοῖς μάλιστα φιλοφροσύνης ἠξίωσεν, ἄρχοντά τε κατεστήσατο ἑνὸς τῶν ἐπὶ τοῦ Παλατίου φυλακῆς τεταγμένων λόχων, οὕσπερ σχολὰς ὀνομάζουσιν.
27.3
εἵποντο δὲ αὐτῷ τοῦ Λαγγοβαρδῶν ἔθνους ἄνδρες ἀγαθοὶ τὰ πολέμια οὐχ ἥσσους ἢ τριακόσιοι, οἳ δὴ μίαν πρῶτον ἐπὶ Θρᾴκης δίαιταν εἶχον.
27.4
τὸν Ἰλδιγισὰλ οὖν Αὐδουὶν μὲν πρὸς βασιλέως Ἰουστινιανοῦ ἐξῃτεῖτο ἅτε φίλος τε Ῥωμαίοις καὶ ξύμμαχος ὤν, μισθὸν τῆς φιλίας τὴν προδοσίαν αὐτῷ τοῦ ἱκέτου εἰσπραττόμενος, ὁ δὲ τρόπῳ οὐδενὶ ἐδίδου.